Ancient Greek
Book 10
Heliodorus of Emesa, Aethiopica 10.27
Not analysed yet
καὶ πάντων σχεδὸν τῶν κατὰ πρεσβείαν ἀφιγμένων ὀφθέντων, καὶ τοῖς ἴσοις ἑκάστους καὶ φιλοτιμοτέροις τοὺς πλείστους ἀμειψαμένου τοῦ βασιλέως, τελευταῖοι παρῆσαν οἱ Ἀξιομιτῶν πρεσβευταί, φόρου μὲν οὐκ ὄντες ὑποτελεῖς, φίλιοι δὲ ἄλλως καὶ ὑπόσπονδοι, καὶ τὸ ἐπὶ τοῖς κατωρθωμένοις εὐμενὲς ἐνδεικνύμενοι, δῶρα καὶ οὗτοι προσῆγον, ἄλλα τε καὶ δὴ ζώου τινὸς εἶδος ἀλλοκότου τε ἅμα καὶ θαυμασίου τὴν φύσιν, μέγεθος μὲν εἰς καμήλου μέτρον ὑψούμενον, χροιὰν δὲ καὶ δορὰν παρδάλεως φολίσιν ἀνθηραῖς ἐστιγμένον. ἦν δὲ αὐτῷ τὰ μὲν ὀπίσθια καὶ μετὰ κενεῶνας χαμαίζηλά τε καὶ λεοντώδη, τὰ δὲ ὠμιαῖα καὶ πόδες πρόσθιοι καὶ στέρνα πέρα τοῦ ἀναλόγου τῶν ἄλλων μελῶν ἐξανιστάμενα. λεπτὸς ὁ αὐχήν, καὶ ἐκ μεγάλου τοῦ λοιποῦ σώματος. εἰς κύκνειον φάρυγγα μηκυνόμενος. ἡ κεφαλὴ τὸ μὲν εἶδος καμηλίζουσα, τὸ δὲ μέγεθος στρουθοῦ Λιβύσσης εἰς διπλάσιον ὀλίγον ὑπερφέρουσα, καὶ ὀφθαλμοὺς ὑπογεγραμμένους βλοσυρῶς σοβοῦσα. παρήλλακτο καὶ τὸ βάδισμα χερσαίου τε ζώου καὶ ἐνύδρου παντὸς ὑπεναντίως σαλευόμενον, τῶν σκελῶν οὐκ ἐναλλὰξ ἑκατέρου καὶ παρὰ μέρος ἐπιβαίνοντος, ἀλλ̓ ἰδίᾳ μὲν τοῖν δυοῖν καὶ ἅμα τῶν ἐν δεξιᾷ, χωρὶς δὲ καὶ ζυγηδὸν τῶν εὐωνύμων σὺν ἑκατέρᾳ τῇ ἐπαιωρουμένῃ πλευρᾷ μετατιθεμένων. ὁλκὸν δὲ οὕτω τὴν κίνησιν καὶ τιθασὸν τὴν ἕξιν ὥστε ὑπὸ λεπτῆς μηρίνθου, τῇ κορυφῇ περιελιχθείσης, ἄγεσθαι πρὸς τοῦ θηροκόμου, καθάπερ ἀφύκτῳ δεσμῷ τῷ ἐκείνου βουλήματι ὁδηγούμενον. τοῦτο φανὲν τὸ ζῶον τὸ μὲν πλῆθος ἅπαν ἐξέπληξε, καὶ ὄνομα τὸ εἶδος ἐλάμβανεν, ἐκ τῶν ἐπικρατεστέρων τοῦ σώματος αὐτοσχεδίως πρὸς τοῦ δήμου καμηλοπάρδαλις κατηγορηθέν, ταράχου γε μὴν τὴν πανήγυριν ἐνέπλησε.