# Aethiopica 10.29

Heliodorus of Emesa, Aethiopica, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/10.29

ὡς δὲ εἰς συνήθειαν τῆς τε ὄψεως τῆς ἑαυτοῦ καὶ πράξεως ἐνεβίβασεν, ἀντίπλευρος ἤδη παρίππευε, χρωτί τε χρωτὸς ἐπιψαύων καὶ ἱππείῳ ταύρειον ἆσθμα καὶ ἱδρῶτα κεραννύων, καὶ τὸν δρόμον οὕτως ὁμόταχον ῥυθμίζων ὡς καὶ συμφυεῖς εἶναι τὰς κορυφὰς τῶν ζώων τοὺς πορρωτέρω φαντάζεσθαι καὶ τὸν Θεαγένην χαμπρῶς ἐκθειάζειν, ξένην τινὰ ταύτην ἱπποταύρου ξυνωρίδα ζευξάμενον. τὸ μὲν δὴ πλῆθος ἐν τούτοις ἦν: ἡ Χαρίκλεια δὲ ὁρῶσα τρόμῳ καὶ παλμῷ συνείχετο, τό τε ἐγχείρημα ὅ τι καὶ βούλοιτο διαποροῦσα, καὶ εἴ τι σφάλμα συμβαίη, τὴν ἐκείνου τρῶσιν ὡς ἰδίαν σφαγὴν ὑπεραγωνιῶσα: ὥστε μηδὲ τὴν Περσῖναν λαθεῖν, ἀλλ̓ ὦ τέκνον εἰπεῖν, τί μοι πέπονθας; προκινδυνεύειν ἔοικας τοῦ ξένου. πάσχω μέν τι καὶ αὐτή, καὶ οἰκτείρω τῆς νεότητος: διαδρᾶναί γε μὴν τὸν κίνδυνον εὔχομαι καὶ φυλαχθῆναι τοῖς ἱεροῖς, ὡς ἂν μὴ παντάπασιν ἀτέλεστα ἡμῖν τὰ πρὸς τοὺς θεοὺς ἐγκαταλειφθείη. καὶ ἡ Χαρίκλεια, γελοῖον, ἔφη, τὸ εὔχεσθαι μὴ ἀποθανεῖν, ἵνα ἀποθάνῃ. ἀλλ̓ εἰ ἄρα σοι δυνατόν, ὦ μῆτερ, περίσωζε τὸν ἄνδρα ἐμοὶ χαριζομένη. καὶ ἡ Περσῖνα πρόφασιν οὐ τὴν οὖσαν ἀλλ̓ ἐρωτικὴν ἄλλως ὑποτοπήσασα, οὐ δυνατὸν μέν, ἔφη, τὸ περισώζειν: ὅμως δ̓ οὖν τίς σοι κοινωνία πρὸς τὸν ἄνδρα, δἰ ἣν οὕτως ὑπερφροντίζεις; θαρροῦσα δὲ ὡς πρὸς μητέρα λοιπὸν ἐξαγόρευε, κἄν τι νεώτερον κίνημα, κἂν παρθενίᾳ μὴ πρέπον. ἡ μητρῴα φύσις τὸ θυγατρὸς καὶ τὸ θῆλυ συμπαθὲς τὸ πταῖσμα τὸ γυναικεῖον οἶδεν ἐπισκιάζειν. ἐπιδακρύσασα οὖν ἐπὶ πλεῖστον ἡ Χαρίκλεια, καὶ τοῦτο, ἔφη, δυστυχῶ πρὸς τοῖς ἄλλοις, ὅτι καὶ τοῖς συνετοῖς ἀσύνετα φθέγγομαι καὶ λέγουσα τὰς ἑαυτῆς συμφορὰς οὔπω λέγειν νομίζομαι, πρὸς γυμνὴν δὲ λοιπὸν καὶ ἀπαρακάλυπτον χωρεῖν τὴν ἐμαυτῆς κατηγορίαν καταναγκάζομαι.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
