# Aethiopica 10.33

Heliodorus of Emesa, Aethiopica, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/10.33

δηχθεὶς δὴ πρὸς τὸ εἰρημένον ὁ Ὑδάσπης, καὶ πρὸς τὸ ὅμοιον τῆς Χαρικλείου προκλήσεως τὸν νοῦν ἀναπέμπων, οὐ δοκιμάζων δὲ ἐν συνέχοντι τῷ καιρῷ τὸ ἀκριβὲς ἀνιχνεύειν, τὰ δυνατά, εἶπεν, ὦ ξένε, καὶ αἰτεῖν ἐπέτρεψα καὶ δώσειν ἐπένευσα. γεγαμῆσθαι οὖν χρῆναι τὴν σφαγιάζουσαν, οὐ παρθενεύειν, ὁ νόμος διαγορεύει. ἀλλ̓ ἔχει ἄνδρα καὶ αὐτή, πρὸς αὐτὸν ὁ Θεαγένης. φληναφοῦντος, εἶπεν ὁ Ὑδάσπης, καὶ τῷ ὄντι θανατῶντος οἱ λόγοι. γάμου καὶ ἀνδρὸς ὁμιλίας ἀπείρατον τὴν κόρην ἡ ἐσχάρα διέδειξε: πλὴν εἰ Μερόηβον τουτονὶ λέγεις, οὐκ οἶδ̓ ὅθεν ἐγνωκώς, οὔπω μὲν ἄνδρα, νυμφίον δὲ πρὸς ἐμοῦ μόνον ὠνομασμένον. ἀλλ̓ οὐδὲ ἐσόμενον πρόσθες, εἶπεν ὁ Θεαγένης, εἴ τι ἐγὼ τοῦ Χαρικλείου φρονήματος ἐπῄσθημαι. καί μοι ὡς θύματι μαντευομένῳ πιστεύειν ἔσται δίκαιον. πρὸς ταῦτα ὁ Μερόηβος, ἀλλ̓ οὐ ζῶντα, εἶπεν, ὦ βέλτιστε, τὰ θύματα, σφαγιασθέντα δὲ καὶ ἀνατμηθέντα τὴν ἀπὸ τῶν σπλάγχνων σημείωσιν τοῖς μαντικοῖς ὑποδείκνυσιν: ὥστε ὀρθῶς ἔλεγες, ὦ πάτερ, θανατῶντα παραφθέγγεσθαι τὸν ξένον. ἀλλὰ τοῦτον μέν, εἰ κελεύοις, ἀγέτω τις ἐπὶ τοὺς βωμούς: σὺ δέ, εἴ τι λείπεται διοικησάμενος, ἔχου τῆς ἱερουργίας. καὶ ὁ μὲν Θεαγένης ἤγετο οἷ προστέτακτο: ἡ Χαρίκλεια δὲ ἐπὶ τῇ νίκῃ μικρὸν ἀναπνεύσασα καὶ τὰ βελτίονα ἐλπίσασα, πάλιν ἀγομένου πρὸς θρήνοις ἦν. καὶ τῆς Περσίνης πολλὰ παρηγορούσης, καὶ εἰκὸς σωθῆναι τὸν νέον, εἴ μοι καὶ τὰ λειπόμενα καὶ σαφέστερα τῶν κατὰ σαυτὴν ἐξαγορεύειν βούλοιο λεγούσης, ἡ μὲν Χαρίκλεια βιασθεῖσα, καὶ τὸν καιρὸν οὐκ ἐνδιδόντα ὑπέρθεσιν ὁρῶσα, πρὸς τὰ καιριώτερα τῶν διηγημάτων ὥρμησεν. ὁ δὲ Ὑδάσπης, εἴ τινες ὑπολείπονται τῶν πρεσβευσάντων, τοῦ εἰσαγγελέως ἐπυνθάνετο. ὁ δὲ Ἁρμονίας, οἱ ἐκ Συήνης, ἔφη, μόνοι, βασιλεῦ, γράμματα μὲν Ὀροονδάτου καὶ ξένια κομίζοντες, ἄρτι δὲ καὶ πρὸ βραχέος ἐπελθόντες.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
