Ancient Greek · ~7 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.34
Not analysed yet
ἡκόντων οὖν καὶ οὗτοι τοῦ Ὑδάσπου φήσαντος παρῆσαν καὶ τὸ γράμμα ἐνεχείριζον. καὶ ἀνειλήσας ἐπελέγετο, καὶ ἦν τοιόνδε. βασιλεῖ φιλανθρώπῳ καὶ εὐδαίμονι τῷ Αἰθιόπων Ὑδάσπῃ Ὀροονδάτης ὁ μεγάλου βασιλέως σατράπης. εἰ νικῶν κατὰ τὴν μάχην πλέον γνώμῃ ἐνίκησας καί μοι σατραπείαν ὅλην ἑκὼν παρεχώρησας, οὐκ ἂν θαυμάσαιμι τὸ παρὸν εἰ βραχεῖαν αἴτησιν ἐπινεύσειας. κόρη τις ἀγομένη πρός με ἀπὸ τῆς Μέμφεως τοῦ πολέμου γέγονε πάρεργον: καὶ ὅτι αἰχμάλωτος ἐκ σοῦ προστάγματος εἰς Αἰθιοπίαν ἐπέμφθη, πρὸς τῶν σὺν αὐτῇ γεγονότων καὶ διαδράντων τὸν τότε κίνδυνον ἐπυθόμην. ταύτην αἰτῶ λυθῆναί μοι δῶρον, ἐφιέμενος μὲν καὶ αὐτὸς τῆς παιδός, πλέον δὲ περιποιῆσαι τῷ πατρὶ βουλόμενος, πολλὴν ἀληθέντι γῆν κατὰ ζήτησιν τῆς θυγατρὸς καὶ ἐν Ἐλεφαντίνῃ τῷ φρουρίῳ κατὰ τὸν πόλεμον καταληφθέντι, καὶ ἐπισκοποῦντί μοι μετὰ ταῦτα τοὺς περισωζομένους ὀφθέντι, καὶ ἐκπεμφθῆναι πρὸς τὸ σὸν ἥμερον ἀξιώσαντι. ἔχεις αὐτόθι μετὰ τῶν ἄλλων πρέσβεων τὸν ἄνδρα, ἱκανὸν μὲν ἐξ ἤθους τὴν εὐγένειαν ἐμφῆναι, ἱκανὸν δὲ καὶ ἐξ ὄψεως δυσωπῆσαι. χαίροντά μοι τοῦτον ὦ βασιλεῦ ἀντίπεμψον, πατέρα μὴ μόνον ὀνομαζόμενον ἀλλὰ καὶ γεγενημένον. ταῦτα ὡς ἀνέγνω, τίς οὖν τῶν παρόντων ὁ τὴν θυγατέρα ἐπιζητῶν; ἠρώτησεν. ὑποδειξάντων δέ τινα πρεσβύτην, ὦ ξένε, πρὸς αὐτὸν ἔφη, πάντα αἰτοῦντος Ὀροονδάτου ποιεῖν ἕτοιμος. ἀλλὰ δέκα μὲν ἀχθῆναι μόνας αἰχμαλώτους ἐκέλευσα νεανίδας: μιᾶς δὲ τέως, ὅτι μὴ ἔστι σὴ θυγάτηρ, ἐπεγνωσμένης, τὰς ἄλλας ἐπισκόπησον, καὶ γνωρίζων εἰ εὕροις, λάμβανε. προσκύψας ἐφίλει τοὺς πόδας ὁ πρεσβύτης. καὶ ἀχθείσας τὰς κόρας ὡς ἐπισκοπῶν τὴν ἐπιζητουμένην οὐχ εὕρισκεν, αὖθις κατηφήσας, ᾦ βασιλεῦ, οὐδεμία τούτων ἐστίν, ἔλεγε. τὴν γνώμην, ἔφη ὁ Ὑδάσπης, τὴν ἐμὴν ἔχεις: μέμφου δὲ τὴν τύχην, εἰ τὴν ἐπιζητουμένην οὐχ εὑρίσκεις. ὅτι γὰρ ἄλλη μήτε ἤχθη παρὰ ταύτας μήτε ἔστι κατὰ τὸ στρατόπεδον, ἔξεστι σοι περισκοποῦντι πεισθῆναι.