# Aethiopica 2.10

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.10

ἂν ἴσως δεήσειε φράζοντος. ἀλλ̓ εἰ δοκεῖ, τὴν δέλτον, ἣν πρὸς τοῖς στέρνοις αὐτῆς εὑρήκαμεν, ἐπισκοπῶμεν: εἰκός τι πλέον ἐντεῦθεν ἡμᾶς ἐκμαθεῖν. ἐδόκει ταῦτα, καὶ διανοίξας ἐπήρχετο: καὶ ἦν τὰ γεγραμμένα τοιάδε. Κνήμωνι τῷ δεσπότῃ ἡ πολεμία καὶ ἐπαμύνασα Θίσβη. πρῶτα μὲν εὐαγγελίζομαί σε τὴν Δημαινέτης τελευτήν, δἰ ἐμοῦ μὲν ὑπὲρ σοῦ γενομένην, τὸ δὲ ὅπως, εἴ με προσδέξαιο, παροῦσα διηγήσομαι. ἔπειτα φράζω κατὰ τήνδε με νυνὶ εἶναι τὴν νῆσον δεκάτην ἤδη ταύτην ἡμέραν, πρός τινος τῶν τῇδε λῃστῶν ἁλοῦσαν, ὃς καὶ ὑπασπιστὴς εἶναι τοῦ λῃστάρχου θρύπτεται, κἀμὲ κατακλείσας ἔχει, μηδὲ ὅσον προκύψαι τῶν θυρῶν ἐπιτρέπων, ὡς μὲν αὐτός φησι, διὰ φιλίαν τὴν περὶ ἐμὲ ταύτην ἐπιθεὶς τὴν τιμωρίαν, ὡς δὲ ἔχω συμβάλλειν, ἀφαιρεθῆναί με πρός τινος δεδιώς. ἀλλ̓ ἐγώ σε θεῶν τινὸς ἐνδόντος καὶ εἶδον ὦ δέσποτα παριόντα καὶ ἐγνώρισα, καὶ τήνδε σοι τὴν δέλτον διὰ τῆς συνοίκου πρεσβύτιδος λάθρᾳ διεπεμψάμην, τῷ καλῷ καὶ Ἕλληνι καὶ φίλῳ τοῦ ἄρχοντος ἐγχειρίζειν φράσασα. ἐξελοῦ δή με χειρῶν λῃστρικῶν, καὶ ὑπόδεξαι τὴν σαυτοῦ θεραπαινίδα. καὶ εἰ μὲν βούλει, σῶζε, μαθὼν ὡς ἃ μὲν ἀδικεῖν ἔδοξα, βιασθεῖσα, ἃ δὲ τετιμώρημαι τὴν σοὶ πολεμίαν, ἑκοῦσα διεπραξάμην: εἰ δὲ ἔχει σέ τις ἀμετάκλητος ὀργή, κέχρησο ταύτῃ κατ̓ ἐμοῦ πρὸς ὃ βούλει. μόνον ὑπὸ σὲ γενοίμην, εἰ καὶ τεθνάναι δέοι: βέλτιον γὰρ ὑπὸ χειρῶν ἀνῃρῆσθαι τῶν σῶν καὶ κηδείας μεταλαβεῖν Ἑλληνικῆς, ἢ θανάτου βαρυτέραν ζωὴν καὶ φίλτρον βαρβαρικὸν ἔχθρας ἀνιαρότερον τῆς Ἀττικῆς ἀνέχεσθαι.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
