Ancient Greek
Book 2
Heliodorus of Emesa, Aethiopica 2.14
Not analysed yet
ἐπεκλᾶτο πρὸς ταῦτα ὁ Κνήμων, καὶ προσελθὼν ἀνέστησέ τε τῶν γονάτων ἐχόμενον τοῦ Θεαγένους, καὶ ποῦ Θύαμις ἐπυνθάνετο συνεχῶς. ὃ δὲ πάντα ἔλεγεν, ὡς συνέρραξε τοῖς πολεμίοις, ὡς ἐμβαλὼν εἰς μέσους ἐμάχετο οὔτε ἐκείνων οὔτε ἑαυτοῦ φειδόμενος, ὡς ἀνῄρει μὲν ἀεὶ τὸν ὑπὸ χεῖρας γινόμενον, ἐδορυφορεῖτο δὲ αὐτὸς ἀπὸ κηρύγματος πάντα τινὰ Θυάμιδος φείδεσθαι παρεγγυῶντος: καὶ τέλος ὡς ἐκεῖνος μὲν ὅ τι καὶ γέγονεν οὐκ ἔχοι λέγειν, αὐτὸς δὲ τραυματίας ἀπενήξατο πρὸς τὴν γῆν, καὶ τὸ παρὸν κατὰ ζήτησιν ἥκοι τῆς Θίσβης ἐπὶ τὸ σπήλαιον. οἳ δέ, τί διαφέρουσαν αὐτῷ ἢ πόθεν γενομένην ἐπιζητοίη Θίσβην, ἠρώτων. ἔλεγε καὶ ταῦτα ὁ Θέρμουθις, καὶ διηγεῖτο ὡς ἐμπόρων ἀφέλοιτο, ὡς ἠράσθη μανικῶς, καὶ τὸν μὲν ἄλλον ἔκρυπτεν ἔχων χρόνον, παρὰ δὲ τὴν ἔφοδον τῶν πολεμίων καθῆκεν εἰς τὸ σπήλαιον, καὶ νῦν εὑρίσκει πρὸς τινῶν ἀνῃρημένην, οὓς οὐκ ἔχει μὲν γινώσκειν, μάθοι δ̓ ἂν ἡδέως ὑπὲρ τοῦ γνῶναι καὶ τὴν αἰτίαν. καὶ ὁ Κνήμων ἄγαν ἐσπουδασμένως, Θύαμίς ἐστιν ὁ σφαγεύς, ἔλεγεν, ἀπολύσασθαι τῆς ὑποψίας ἑαυτὸν ἐπειγόμενος, καὶ μαρτύριον ἐπεδείκνυ τὸ ξίφος, ὃ παρὰ τὴν σφαγὴν εὑρήκεσαν. ὡς δὲ εἶδεν ὁ Θέρμουθις ἔτι τοῦ αἵματος ἀποστάζον καὶ τὸν πρὸ ὀλίγου φόνον θερμὸν ἔτι τὸν σίδηρον ἀποπτύοντα, ἐγνώρισέ τε εἶναι Θυάμιδος, βαθύ τι καὶ βύθιον στενάξας, καὶ τὸ γεγονὸς ὅπως εἶχεν ἀμηχανῶν, ἀχλύι καὶ σιγῇ κάτοχος ἐπὶ τὸ στόμιον ἀνεδύετο τοῦ σπηλαίου, καὶ παρὰ τὸ σῶμα τῆς κειμένης ἥκων, ἐπιθείς τε τοῖς στέρνοις τὴν κεφαλήν, ὦ Θίσβη ἔλεγε, καὶ τοῦτο πολλάκις, καὶ πλέον οὐδέν, ἕως τὸ ὄνομα κατὰ μέρος ἀποτέμνων καὶ κατὰ μικρὸν ἐκλείπων ἔλαθεν εἰς ὕπνον ἐμπεσών.