# Aethiopica 2.16

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.16

ἐπεὶ δὲ μικρὸν ἐσπάσαντο ὕπνου, καὶ τοσοῦτον ὅσον τὰ ἄκρα τῶν βλεφάρων ἐπιλεᾶναι, τῇ Χαρικλείᾳ τῇδε ξυγκειμένῃ ὄναρ ἐφοίτησεν. ἀνὴρ τὴν κόμην αὐχμηρὸς καὶ τὸ βλέμμα ὑποκαθειμένος καὶ τὴν χεῖρα ἔναιμος, ἐμβαλὼν τὸ ξίφος, τὸν ὀφθαλμὸν αὐτῇ τὸν δεξιὸν ἐξῄρητο: ἣ δὲ ἀνέκραγέ τε αὐτίκα, καί οἱ τὸν ὀφθαλμὸν ἀνηρπάσθαι λέγουσα τὸν Θεαγένην ἐκάλει. καὶ ὃ μὲν παρῆν αὐτίκα πρὸς τὴν κλῆσιν, καὶ τὸ πάθος ὑπερήλγει καθάπερ καὶ τῶν ἐνυπνίων συναισθανόμενος: ἣ δὲ τῷ τε προσώπῳ τὴν χεῖρα ἐπέβαλε, καὶ τὸ μέρος ὃ κατὰ τὸ ὄναρ ἀπώλεσεν ἐπαφωμένη πάντοθεν ἐπεζήτει. ὡς δὲ ὄναρ ἦν, ὄναρ ἦν ἔλεγεν: ἔχω τὸν ὀφθαλμόν: θάρσει Θεάγενες. ἀνέπνευσε πρὸς τὴν ἀκοὴν ὁ Θεαγένης, καὶ εὖ μὲν ποιοῦσα, ἔφη, τὰς ἡλιακὰς ἀκτῖνας ἀποσώζεις: τί δὲ ἦν ὅ μοι πέπονθας, ἢ τίς ἡ περὶ σὲ πτοία γέγονεν; ἀνὴρ ὑβριστής, ἔφη, καὶ ἀτάσθαλος, καὶ οὐδὲ τὴν σὴν ἄμαχον καταδείσας ῥώμην, κειμένῃ μοι πρὸς τοῖς σοῖς γόνασιν ἐπεκώμασε ξιφήρης, καὶ τὸν ὀφθαλμὸν ᾤμην ὡς ἐξεῖλε τὸν δεξιόν: καὶ εἴθε γε ὕπαρ ἦν, καὶ μὴ ὄναρ ὦ Θεάγενες τὸ φανέν. τοῦ δὲ εὐφήμησον εἰπόντος, καὶ διότι τοῦτο λέγοι πυνθανομένου, διότι βέλτιον ἦν, ἔφη, θατέρου με τῶν ὀφθαλμῶν ἐλαττωθῆναι ἤπερ ἐπὶ σοὶ φροντίζειν. ὡς σφόδρα δέδοικα μὴ εἰς σὲ τείνῃ τὸ ἐνύπνιον, ὃν ὀφθαλμὸν ἐγὼ καὶ ψυχὴν καὶ πάντα ἐμαυτῆς πεποίημαι. παῦσαι, ἔλεγεν ὁ Κνήμων: ἐπηκροᾶτο γὰρ ἁπάντων πρὸς τὴν ἐξ ἀρχῆς βοὴν τῆς Χαρικλείας ἀφυπνισμένος: ἐμοὶ γὰρ ἄλλῃ πῃ φράζεσθαι τὸ ὄναρ καταφαίνεται. καὶ εἴγε σοι πατέρες εἰσίν, ἀπόκριναι. τῆς δὲ ὁμολογούσης καὶ εἴ ποτε ἦσαν εἰπούσης, οὐκοῦν τὸν πατέρα σοι τεθνηκέναι νόμιζε ἔλεγε. τοῦτο δὲ ὧδε συμβάλλω. τοῦ προελθεῖν εἰς τὸν τῇδε βίον καὶ τοῦδε τοῦ φωτὸς μεταλαβεῖν τοὺς φύντας ἴσμεν αἰτίους, ὥστε εἰκότως ἐπὶ πατέρα καὶ μητέρα τὴν ὀμμάτων συζυγίαν, ὡς ἂν φωτεινὴν αἴσθησιν καὶ ὁρατῶν ὑπουργόν, οἱ ὄνειροι σοφίζονται. βαρὺ μέν, ἔφη, καὶ τοῦτο, ἡ Χαρίκλεια: πλὴν ἀλλ̓ ἔστω γε ἀληθὲς μᾶλλον ἢ τὸ ἕτερον, καὶ νικήσειεν ὁ παρὰ σοὶ τρίπους, ἐγὼ δὲ ψευδόμαντις ἀποφανθείην. ταῦτα μὲν οὕτως ἔσται, καὶ χρὴ πιστεύειν, ἔλεγεν ὁ Κνήμων: ἡμεῖς δὲ ὀνειρώττειν ὡς ἀληθῶς ἐοίκαμεν, ἐνύπνια μὲν καὶ φαντασίας ἐξετάζοντες, τῶν δὲ καθ̓ ἑαυτοὺς περίσκεψιν οὐδ̓ ἡντιναοῦν προτιθέντες, καὶ ταῦτα ἕως ἔξεστι, τοῦ Αἰγυπτίου τούτου ʽἔλεγε δὲ τὸν Θέρμουθιν̓ ἀπολειπομένου καὶ νεκροὺς ἔρωτας ἀναπλάττοντος καὶ θρηνοῦντος.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
