# Aethiopica 2.17

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.17

ὑπολαβὼν οὖν ὁ Θεαγένης, ἀλλ̓ ὦ Κνήμων, ἔφη, ἐπειδή σε θεῶν τις ἡμῖν συνῆψε καὶ συνέμπορον τῶν δυστυχημάτων πεποίηκεν, ἄρχε βουλῆς: τόπων τε γὰρ τῶν τῇδε καὶ φωνῶν ἔμπειρος, καὶ ἄλλως ἡμεῖς νωθέστεροι συνιέναι τὸ δέον, πλείονι κλύδωνι κακῶν βεβυθισμένοι. μικρὸν οὖν ἐπιστήσας ὁ Κνήμων τοιάδε ἔφη. κακῶν μὲν ὦ Θεάγενες ἄδηλον ὅστις πλεονεκτεῖ: ἀφθόνως γὰρ κἀμοὶ τῶν συμφορῶν ὁ δαίμων ἐπήντλησεν: ἐπειδὴ δὲ τὰ παριστάμενα ὡς προγενεστέρῳ κελεύετε λέγειν, ἡ μὲν νῆσος ἥδε, ὡς ὁρᾶτε, ἔρημος, καὶ πλέον ἡμῶν οὐδέν. καὶ χρυσοῦ μὲν καὶ ἀργύρου καὶ ἐσθῆτος ἀφθονία ʽπολλὰ γὰρ τάδε ἃ κατὰ τὸ σπήλαιον ὑμῶν τε ἀφελόμενοι ἄλλων τε ἀποσυλήσαντες ὁ Θύαμις καὶ οἱ σὺν αὐτῷ κατέθεντὀ, σίτου δὲ καὶ ἐπιτηδείων ἄλλων οὐδὲ ὄνομα περιλέλειπται. δέος δὲ διαφθαρῆναι μὲν καταμείναντας λιμῷ, διαφθαρῆναι δὲ ἐφόδῳ τινῶν, ἤτοι τῶν ἐναντίων πάλιν ἐλθόντων ἢ καὶ νὴ Δία τῶν σὺν ἡμῖν γεγονότων, εἰ καθ̓ ἕν ποτε συλλεγέντες καὶ τὸν ἐνθάδε θησαυρὸν οὐκ ἀγνοοῦντες ἐπέλθοιεν διὰ τὰ χρήματα. τότε οὐκ ἂν φθάνοιμεν παραπολλύμενοι, ἢ ταῖς ὕβρεσι ταῖς ἐκείνων, τὸ φιλανθρωπότερον, ἐκκείμενοι: ἄλλως τε γὰρ ἄπιστον τὸ βουκόλων γένος, καὶ νῦν πλέον, ὅτε τοῦ καταστέλλοντος τὴν γνώμην πρὸς τὸ σωφρονέστερον ἄρχοντος ἀμοιροῦσιν. ἀπολειπτέον οὖν ἡμῖν καὶ φευκτέον ὡς ἄρκυς τινὰς καὶ δεσμωτήριον τὴν νῆσον, ἀποπέμψαντας πρότερον τὸν Θέρμουθιν, πρόφασιν ὡς πευσόμενον καὶ πολυπραγμονήσοντα, εἴ τι περὶ τοῦ Θυάμιδος ἔχοι μανθάνειν. ῥᾷόν τε γὰρ ἐφ̓ ἑαυτῶν ἂν σκοποῖμεν καὶ ἐγχειροῖμεν τὰ πρακτέα: καὶ ἄλλως ἄνδρα ἐκποδὼν ποιήσασθαι καλὸν φύσει τε ἀβέβαιον καὶ λῃστρικὸν καὶ δύσεριν τὸ ἦθος, πρὸς δὲ καὶ ὑποψίας τι φέροντα εἰς ἡμᾶς τῆς Θίσβης ἕνεκα, καὶ οὐκ ἂν παυσόμενον εἰ μὴ ἐπιβουλεύσειεν, εἰ καιροῦ λάβοιτο.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
