# Aethiopica 2.18

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.18

ἐπῃνέθη ταῦτα, καὶ ἐδόκει γίνεσθαι: καὶ ὁρμήσαντες ἐπὶ τὸ στόμιον τοῦ σπηλαίου ʽκαὶ γάρ τι καὶ ἡμέρας ἤδη ξυνίεσαν̓ διανέστησάν τε τὸν Θέρμουθιν ὁλοσχερῶς τῷ ὕπνῳ κατεσχημένον, καὶ ὅσα εἰκὸς ἦν τῶν βουλευθέντων φράσαντες, καὶ ῥᾳδίως ὑπόκουφον ἄνδρα πείσαντες, τό τε σῶμα τῆς Θίσβης εἴς τι κοῖλον ἐνθέντες, καὶ τὴν τέφραν τὴν ἐκ τῶν σκηνῶν ὅσα γῆν ἐπιφορήσαντες, καὶ τὰ εἰωθότα διὰ τὴν ὁσίαν ἐξ ὧν ὁ καιρὸς ἐδίδου πληρώσαντες, καὶ δάκρυα καὶ θρήνους ἀντὶ πάντων τῶν νομιζομένων ἐναγίσαντες, ἐξέπεμπον ἐφ̓ ἣν ἔδοξε βουλὴν τὸν Θέρμουθιν. ὃ δὲ βραχὺ προελθὼν ἀνέστρεφέ τε, καὶ οὐκ ἂν ἔφη μόνος πορεύεσθαι, οὐδὲ ἀναρρίψειν τοσοῦτον κίνδυνον κατασκοπῆς, εἰ μὴ καὶ Κνήμων ἐθέλοι κοινωνεῖν τῆς πράξεως. ἀποδειλιῶντα δὴ πρὸς ταῦτα τὸν Κνήμωνα θεασάμενος ὁ Θεαγένης ʽκαὶ γὰρ φράζων τὰ λεχθέντα πρὸς τοῦ Αἰγυπτίου δῆλος ἦν ὑπεραγωνιῶν̓, σὺ δέ, ἔφη, τὴν μὲν γνώμην ἐρρωμένος τις ἄρα ἦσθα, τὸ λῆμα δὲ ἀσθενέστερος: γνωρίζω σε ἄλλοις τε καὶ οὐχ ἥκιστα τοῖς νῦν. ἀλλὰ θῆγε τὸ φρόνημα, καὶ πρὸς τὸ ἀνδρειότερον ὄρθου τὴν γνώμην. τὸ μὲν γὰρ παρὸν ἀναγκαῖον δοκεῖ οὕτω συντίθεσθαι τοῦ μή τινα τοῦ δρασμοῦ λαβεῖν αὐτὸν ὑπόνοιαν, καὶ συμπορεύεσθαι τὴν πρώτην ʽδέος δὲ δήπουθεν οὐδὲν ἀνόπλῳ τὴν χεῖρα ξυνιέναι ξιφήρη καὶ πεφραγμένον αὐτόν̓, καιροῦ δὲ λαβόμενον ἐγκαταλεῖψαι διαλαθόντα, καὶ ἥκειν παῤ ἡμᾶς οὗπερ ἂν συνθώμεθα. συνθώμεθα δέ, εἰ δοκεῖ, κώμην τινὰ πλησίον, εἴ πῃ γινώσκεις ἥμερον. εὖ λέγειν ἔδοξε τῷ Κνήμωνι, καὶ Χέμμιν τινὰ κώμην οὕτω καλουμένην ἔφραζεν, εὐδαίμονά τε καὶ πολυάνθρωπον καὶ ταῖς ὄχθαις τοῦ Νείλου πρὸς ἐπιτειχισμὸν τῶν βουκόλων ἐπὶ λόφου παρῳκισμένην: ἀπέχειν δὲ περαιωθεῖσι τὴν λίμνην στάδια οὐ πολλῷ λειπόμενα τῶν ἑκατόν. δεῖν δὲ εὐθὺ πρὸς μεσημβρίαν ὁρῶντας ἰέναι.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
