# Aethiopica 2.19

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.19

χαλεπῶς μέν, ἀπεκρίνατο ὁ Θεαγένης, Χαρικλείας γε ταύτης ἕνεκα, τοῦ βαδίζειν μακρότερον ἀήθως ἐχούσης, ἐλευσόμεθα δ̓ οὖν ὅμως, εἰς πτωχοὺς καὶ τοὺς διὰ τροφὴν ἀγύρτας ἑαυτοὺς μεταπλάσαντες. νὴ Δία, εἶπεν ὁ Κνήμων: καὶ γὰρ τῶν ὄψεων σφόδρα διεστραμμένως ἔχετε, ἡ δὲ Χαρίκλεια καὶ πλέον, ἅτε καὶ τὸν ὀφθαλμὸν ἀρτίως ἐκκεκομμένη. καὶ ἐμοὶ δοκεῖτε τοιοίδε ὄντες οὐκ ἀκόλους ἀλλ̓ ἄοράς τε καὶ λέβητας αἰτήσειν. πρὸς ταῦτα ἐμειδίασαν ὀλίγον καὶ βεβιασμένον καὶ μόνοις τοῖς χείλεσιν ἐπιτρέχον: ὅρκοις δὲ πιστωσάμενοι τὰ δόξαντα, καὶ μή ποτε ἀπολείψειν ἑκόντες, ἐπιμαρτυράμενοι τοὺς θεούς, ἔπραττον ὡς ἐβούλετο ἡ σκέψις. ὁ μὲν δὴ Κνήμων καὶ ὁ Θέρμουθις, ἅμα ἡλίῳ τὴν λίμνην περαιωθέντες, ἐχώρουν δἰ ὕλης τινὸς βαθείας καὶ τὸ λάσιον δυσδιέξοδον παρεχομένης. ἡγεῖτο δὲ ὁ Θέρμουθις, τοῦτο τοῦ Κνήμωνος καὶ εἰπόντος καὶ βουληθέντος, πρόφασιν μὲν αὐτῷ τὴν ἐμπειρίαν τῆς δυσχωρίας ἀναθέντος καὶ ἡγεμονεύειν τὴν ὁδὸν ἐπιτρέψαντος, πλέον δὲ τὸ ἀσφαλὲς αὑτῷ περιποιοῦντος καὶ καιρὸν τοῦ διαδρᾶναι προετοιμάζοντος. ἐπεὶ δὲ προϊόντες ἐνέτυχον ποίμναις, οἱ δὲ νομεύοντες ἀπέδρασαν καὶ πρὸς τὸ πυκνότερον τῆς ὕλης κατέδυσαν, κριόν τινα τῶν ἡγουμένων καταθύσαντες, ἐπί τε τοῦ πυρὸς ὃ προητοίμαστο τοῖς νομεῦσιν ἀφαυήναντες, ἐνεφοροῦντο τῶν κρεῶν, οὐδὲ τὴν ἀποχρῶσαν ὄπτησιν ἀναμείναντες, ἐπειγομένης ὑπὸ τοῦ λιμοῦ τῆς γαστρός. οἷον οὖν λύκοι τινὲς ἢ θῶες ἐλάφυσσον τὰ ἀεὶ τετμημένα καὶ πρὸς ὀλίγον τῷ πυρὶ μεμολυσμένα: τὰ δὲ ἡμίοπτα ταῖς παρειαῖς ἐν τῇ βρώσει τοῦ αἵματος ἀπέσταζεν. ὡς δὲ ἐνεφορήθησαν, γάλακτος ἐμπιόντες ὁδοῦ τῆς προκειμένης εἴχοντο. καὶ ἦν μὲν ὥρα περὶ βουλυτὸν ἤδη, ἐπεὶ δὲ λόφον τινὰ ἀνιόντων ὑπὸ τοῦτον εἶναι τὴν κώμην ἔφραζεν ὁ Θέρμουθις, οὗπερ τὸν Θύαμιν συνειλημμένον ἢ κατέχεσθαι ἢ καὶ ἀνῃρῆσθαι εἴκαζεν, διαφθορέναι οἱ τὴν γαστέρα πρὸς τῆς ἀδδηφαγίας ᾐτιᾶτο καὶ ῥυίσκεσθαι χαλεπῶς ἐκ τοῦ γάλακτος ἔλεγεν ὁ Κνήμων, προφθάνειν τε τὸν Θέρμουθιν παρεκελεύετο, αὐτὸς δὲ ἐπικαταλήψεσθαι. τοῦτο ποιῶν ἅπαξ μὲν καὶ αὖθις καὶ τρίτον ἐπαληθεύσας ὤφθη, καὶ καταλαμβάνειν χαλεπῶς ἔλεγεν:

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
