Ancient Greek
Book 2
Heliodorus of Emesa, Aethiopica 2.20
Not analysed yet
ὡς δὲ εἰς ἔθος τὸν Αἰγύπτιον ἐνεβίβασεν, ἔλαθε τὸ τελευταῖον ἐναπομείνας, καὶ πρὸς τὰ χαλεπώτερα τοῦ δάσους κατὰ τοῦ πρανοῦς ἑαυτόν, ὡς εἶχε τάχους, ἐπαφεὶς διεδίδρασκε. καὶ ὃ μὲν ἐπειδὴ πρὸς ταῖς ἀκρωρείαις ἐγένετο τοῦ ὄρους, ἀνέπαυεν ἑαυτὸν ἐπί τινος πέτρας, ἑσπέραν τε καὶ νύκτα ἀναμένων, καθ̓ ἣν συνέκειτο αὐτοῖς ἥκουσιν εἰς τὴν κώμην τὰ περὶ τὸν Θύαμιν πολυπραγμονεῖν, καὶ ἅμα καὶ τὸν Κνήμωνα περισκοπῶν, εἴ πῄ ποτε ἐπέλθοι, βουλὴν εἰς αὐτὸν ποιούμενος ἀτοπωτέραν: οὐ γὰρ ἀνίη τὴν γνώμην τὸ εἰς αὐτὸν ὕποπτον ὡς ἀνελόντα τὴν Θίσβην, καὶ ὅπως ἂν καὶ ὁπότε διαχρήσαιτο ἐνενόει, ἐπιθέσθαι τε μετὰ τοῦτον καὶ τοῖς περὶ τὸν Θεαγένην ἐλύττα. ὡς δὲ ὁ Κνήμων ἐφαίνετο οὐδαμοῦ, τῆς δὲ νυκτὸς ἐγίνετο ἀωρί, πρὸς ὕπνον τραπεὶς ὁ Θέρμουθις χάλκεόν τινα καὶ πύματον ὕπνον εἵλκυσεν, ἀσπίδος δήγματι, μοιρῶν τάχα βουλήσει, πρὸς οὐκ ἀνάρμοστον τοῦ τρόπου τὸ τέλος καταστρέψας. ὁ δὲ Κνήμων ἐπειδὴ τὴν ἀρχὴν ἀπέλιπε τὸν Θέρμουθιν, οὐ πρότερον ἀνέπνευσε τὴν φυγήν, ἕως τὸ νυκτὸς ἐπελθὸν κνέφας ἐπέδησεν αὐτῷ τὴν ὁρμήν, αὐτοῦ τε οὗ κατείληπτο ἑαυτὸν ἐγκρύψας, καὶ τῆς φυλλάδος ὅσον πλεῖστον ἠδύνατο ἐφ̓ ἑαυτὸν ἐφαμήσας. ὑφ̓ ᾗ κείμενος τὰ πολλὰ μὲν ἄυπνος ἐταλαιπωρεῖτο, πάντα καὶ κτύπον καὶ ἀνέμου ῥιπὴν καὶ φύλλου κίνησιν Θέρμουθιν ἡγούμενος: εἰ δέ που καὶ κατὰ μικρὸν ἐκνικηθείη πρὸς ὕπνον, φεύγειν ἐδόκει, καὶ θαμὰ πρὸς τὰ κατόπιν ὑπέστρεφε, καὶ περιεσκόπει τὸν οὐδαμοῦ διώκοντα. καὶ βουλόμενος καθεύδειν ἀπηύχετο τοῦθ̓ ὃ ἐβούλετο, χαλεπωτέροις ὀνείροις τῆς ἀληθείας ἐντυγχάνων. πρός τε τὴν νύκτα καὶ χαλεπαίνειν ἐῴκει, μακροτέραν τῶν ἄλλων ὑποτιθέμενος. ὡς δὲ ἡμέραν ἄσμενος εἶδε, πρῶτα μὲν ἀποτέμνει τῆς κόμης τὸ περιττότερον, καὶ ὅσον αὐτῆς εἰς τὸ λῃστρικώτερον εἶδος παρὰ τοῖς βουκόλοις ἤσκητο, τοῦ μὴ ἀποτρόπαιος ἢ ὕποπτος εἶναι τοῖς ἐντυγχάνουσι. βουκόλοι γὰρ ἄλλα τε πρὸς τὸ φοβερώτεροι φαίνεσθαι, καὶ δὴ καὶ τὴν κόμην εἰς ὀφρὺν ἕλκουσι καὶ σοβοῦσι τῶν ὤμων ἐπιβαίνουσαν, εὖ τοῦτο εἰδότες, ὡς κόμη τοὺς μὲν ἐρωτικοὺς ἱλαρωτέρους τοὺς δὲ λῃστρικοὺς φοβερωτέρους ἀποδείκνυσιν.