Ancient Greek
Book 2
Heliodorus of Emesa, Aethiopica 2.22
Not analysed yet
σκάφους οὖν ἐπιβάντες ʽπολλὰ δὲ περὶ τὴν ὄχθην ἐσάλευον εἰς χρείαν τοῦ διαπορθμεύειν ἐπὶ μισθῷ παρεσκευασμένἀ περαιοῦνται πρὸς τὴν κώμην, εἴς τε τὴν καταγωγὴν ἀφικνοῦνται οὗ κατέλυεν ὁ πρεσβύτης. καὶ τὸν μὲν τοῦ οἴκου δεσπότην οὐ καταλαμβάνουσιν, ὑποδέχονται δὲ αὐτοὺς προθυμότατα θυγάτηρ τε τοῦ ἑστιάτορος ἤδη γάμου ὡραία, θεραπαινίδες τε ὅσαι κατὰ τὴν οἰκίαν, αἳ τὸν ξένον ἴσα καὶ πατέρα ἦγον, οὕτως, οἶμαι, πρὸς τοῦ κεκτημένου διατεταγμένον. καὶ ἣ μέν τις ἀπένιζε τὼ πόδε καὶ τῆς κόνεως ἠλευθέρου τὰ ὑπὸ κνήμην, ἣ δὲ ἐφρόντιζε τῆς εὐνῆς καὶ μαλθακὴν ηὐτρέπιζε τὴν κατάκλισιν: ἑτέρα κάλπην ἔφερε καὶ πῦρ ἀνέκαιε, καὶ ἄλλη τράπεζαν εἰσεφέρετο, ἄρτου τε πυρίνου καὶ ὡραίων παντοίων βρίθουσαν. ὃ δὴ καὶ Κνήμων θαυμάσας, ἀλλ̓ ἦ ξενίου Διός, ὡς ἔοικεν, εἰς αὐλὰς ἥκομεν, ὦ πάτερ: οὕτως ἀπροφάσιστος ἡ θεραπεία, καὶ πολὺ τὸ εὔνουν τῆς γνώμης ἐμφαίνουσα. οὐκ εἰς Διός, ἔφη, ἀλλ̓ εἰς ἀνδρὸς Δία τὸν ξένιον καὶ ἱκέσιον ἀκριβοῦντος. βίος γὰρ ὦ παῖ κἀκείνῳ πλάνος καὶ ἔμπορος, καὶ πολλαὶ μέν οἱ πόλεις πολλῶν δὲ ἀνθρώπων ἤθη τε καὶ νοῦς εἰς πεῖραν ἥκουσιν: ὅθεν, ὡς τὸ εἰκός, ἄλλους τε κἀμὲ οὐ πρὸ πολλῶν τῶνδε ἡμερῶν ἀλύοντα καὶ πλανώμενον ὁμωρόφιον ἐποιήσατο. καί τίς ἦν ἡ πλάνη, ὦ πάτερ, ἣν λέγεις; παίδων, ἔφη, πρὸς λῃστῶν ἀφαιρεθείς, καὶ τοὺς μὲν ἀδικοῦντας γινώσκων, ἐπαμῦναι δὲ οὐκ ἔχων, εἰλοῦμαι περὶ τὸν τόπον καὶ θρήνοις παραπέμπω τὸ πάθος, ὥσπερ οἶμαί τις ὄρνις, ὄφεως αὐτῆς τὴν καλιὰν πορθοῦντος ἐν ὀφθαλμοῖς τε τὴν γονὴν θοινωμένου, προσελθεῖν μὲν ὀκνεῖ, φεύγειν δὲ οὐ φέρει: πόθος γὰρ ἐν αὐτῇ καὶ πάθος ἀνταγωνίζεται: τετριγυῖα δὲ περιποτᾶται τὴν πολιορκίαν, εἰς ὦτα ἀνήμερα, καὶ οἷς ἔλεον οὐκ ἐγνώρισεν ἡ φύσις, ἀνήνυτον ἱκετηρίαν τὸν μητρῷον προσάγουσα θρῆνον. ἆρα οὖν ἄν ἐθέλοις, ἔφη ὁ Κνήμων, καὶ ὅπως καὶ πότε τὸν βαρὺν τοῦτον ὑπέστης πόλεμον ἐξειπεῖν; εἰσαῦθις, ἔφη: νῦν δὲ ὥρα καὶ τὴν γαστέρα θεραπεύειν, ἣν ἐς τάδε ἀποσκοπῶν Ὅμηρος, καὶ ὡς πάντα δεύτερα αὑτῆς ποιεῖται, θαυμασίως οὐλομένην ὠνόμασεν. ἀλλὰ πρῶτον ἡμῖν, ὡς νόμος Αἰγυπτίων σοφοῖς, ἐσπείσθω τὰ πρὸς τοὺς θεούς. οὐ γὰρ δή με καὶ τοῦτο ὑπερβῆναι πείσει: μὴ οὕτω ποτὲ πάθος ἰσχύσειεν ὡς μνήμην τὴν εἰς τὸ θεῖον ἐκπλῆξαι.