# Aethiopica 2.23

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.23

καὶ ταῦτα εἰπὼν ἀπέχει τῆς φιάλης ἄκρατον τὸ ὕδωρ ʽτοῦτο γὰρ ἔπινεν̓ καὶ σπένδωμεν ἔλεγε θεοῖς ἐγχωρίοις τε καὶ Ἑλληνίοις, καὶ αὐτῷ γε Ἀπόλλωνι Πυθίῳ καὶ προσέτι Θεαγένει καὶ Χαρικλείᾳ τοῖς καλοῖς τε καὶ ἀγαθοῖς, ἐπειδὴ καὶ τούτους εἰς θεοὺς ἀναγράφω. καὶ ἅμα ἐδάκρυσεν, ὥσπερ ἑτέραν αὐτοῖς σπονδὴν ἐπιφέρων τοὺς θρήνους. ἐπάγη πρὸς τὴν ἀκοὴν τῶν ὀνομάτων ὁ Κνήμων, ἄνω τε καὶ κάτω τὸν πρεσβύτην ἐπιθεωρήσας τί λέγεις ἔφη: παῖδές εἰσί σοι τῷ ὄντι Θεαγένης καὶ Χαρίκλεια; παῖδες, εἶπεν, ὦ ξένε, ἀμήτορες ἐμοὶ γεγονότες: τύχῃ γάρ μου θεοὶ τούτους ἀνέδειξαν, καὶ ἀπέτεκον αἱ ψυχῆς ὠδῖνες, καὶ φύσις ἡ διάθεσις ἐπ’ αὐτοῖς ἐνομίσθη, καὶ πατέρα με ἀπὸ ταύτης ἐκεῖνοι καὶ ἐνόμισαν καὶ ὠνόμασαν. ἀλλὰ σὺ δὴ πόθεν, εἰπέ μοι, τούτους ἐγνώρισας; οὐκ ἐγνώρισα μόνον, ἔφη ὁ Κνήμων, ἀλλὰ καὶ σώζεσθαί σοι αὐτοὺς εὐαγγελίζομαι. Ἄπολλον, ἔφη ἀναβοήσας, καὶ θεοί, καὶ ποῦ γῆς οὗτοι; δείκνυε: σωτῆρά σε καὶ θεοῖς ἰσοστάσιον ἡγήσομαι. μισθὸς δέ μοι τίς ἔσται; ἔφη. τὸ μὲν παρόν, ἦ δ̓ ὅς, εὐχαριστία. ξενίων δέ, οἶμαι, τὸ κάλλιστον ἀνδρὶ νοῦν ἔχοντι, καὶ οἶδα πολλοὺς ὡς θησαυρὸν τῇ ψυχῇ παραθεμένους τὸ δῶρον. εἰ δὲ καὶ τῆς ἐνεγκούσης ἐπιβαίημεν ʽἔσεσθαι δέ μοι τοῦτο οὐκ εἰς μακρὰν οἱ θεοὶ προσημαίνουσιν̓, ἀρύσῃ πλοῦτον ὅσον ἂν δύναιο πλεῖστον. μέλλοντα, εἶπε, καὶ ἄδηλα κατεγγυᾷς, ἐξὸν ἐκ τῶν παρόντων ἀμείβεσθαι. ἐπάγγελλε, εἴ τι παρὸν ὁρᾷς: ὡς ἕτοιμος ἐγὼ καὶ μέρος τι προέσθαι τοῦ σώματος. οὐδὲν δεῖ μέλος ἀκρωτηριάζειν, ἀλλ̓ ἅπαν ἔχειν ἡγήσομαι, εἰ τούτους ὁπόθεν εἰσὶν ἢ ἐκ τίνων φύντες, ἢ πῶς δεῦρο ἀφιγμένοι καὶ ποίαις κεχρημένοι τύχαις, βουληθείης ἐξαγορεύειν. ἕξεις, ἀπεκρίνατο, τὸν μισθὸν μέγαν τινὰ καὶ οὐχ οἷον ἄλλον, οὐδ̓ εἰ τὰ ἐξ ἀνθρώπων χρήματα αἰτῶν ἐτύγχανες. ἀλλὰ τὸ παρὸν τροφῆς ὀλίγον ἀπογευώμεθα: μακροτέρας γὰρ δεήσει σοί τε τῆς ἀκροάσεως ἐμοί τε τῆς ἀφηγήσεως. ἐντραγόντες οὖν τῶν τε καρύων καὶ σύκων ἀρτιδρεπῶν τε φοινίκων καὶ ἄλλων δὴ τοιούτων, ἀφ̓ ὧν ἐξ ἔθους ὁ πρεσβύτης ἐσιτεῖτο ʽψυχῆς γὰρ διὰ βρῶσιν οὐδὲ ἓν ἀφῃρεῖτὀ, ἐπερρόφουν ὃ μὲν τοῦ ὕδατος ὃ δὲ καὶ οἶνον, ὁ Κνήμων. ὅς γε καὶ μικρὸν διαλιπών, ὁ Διόνυσος, εἶπεν, οἶσθα ὦ πάτερ ὡς χαίρει μύθοις καὶ κωμῳδίας φιλεῖ. κἀμὲ δὴ οὖν τὰ νῦν εἰσῳκισμένος ἀνίησι πρὸς τὴν ἀκρόασιν, τόν τε ἐπηγγελμένον πρὸς σοῦ μισθὸν ἀπαιτεῖν ἐπείγει. καὶ ὥρα σοι τὸ δρᾶμα καθάπερ ἐπὶ σκηνῆς τῷ λόγῳ διασκευάζειν. ἀκούοις ἄν, ἔφη. ἀλλ̓ εἴθε γε καὶ τὸν χρηστὸν Ναυσικλέα παρεῖναι ἡμῖν συνέβαινεν, ὃν πολλάκις γε δἰ ὄχλου γινόμενον μυηθῆναι τὴν ἀφήγησιν ἄλλως ἄλλοτε διεκρουσάμην.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
