Ancient Greek
Book 2
Heliodorus of Emesa, Aethiopica 2.24
Not analysed yet
ποῦ δ̓ ἂν εἴη τὰ νῦν, ἠρώτα ὁ Κνήμων, ὡς τοὔνομα τοῦ Ναυσικλέους ἐπέγνω. ἐπ’ ἄγραν, ἔφη, πεπόρευται. τοῦ δὲ ὁποίαν πάλιν ἐρομένου, θηρίων, ἔφη, τῶν χαλεπωτάτων, οἳ καλοῦνται μὲν ἄνθρωποι καὶ βουκόλοι, λῃσταὶ δέ εἰσι τὸν βίον καὶ δυσάλωτοι παντάπασιν, ὅσα φωλεοῖς καὶ σήραγξι τῷ ἕλει χρώμενοι. ἐγκαλεῖ δὲ αὐτοῖς τίνα αἰτίαν; Ἀττικῆς, ἔφη, ἐρωμένης ἁρπαγήν, ἣν Θίσβην ἐκεῖνος ὠνόμαζε. φεῦ, εἶπεν ὁ Κνήμων, καὶ ἀθρόον ἐσιώπησεν ὥσπερ ἑαυτοῦ λαβόμενος. τοῦ δὲ πρεσβύτου τί πέπονθας ἐρομένου, πρὸς ἄλλα ὁ Κνήμων ἀπάγων, θαυμάζω, ἔφη, πῶς ἢ τίνι χειρὶ πεποιθὼς ἐνεθυμήθη τὴν ἔφοδον. καὶ ὅς, βασιλεῖ, ἔφη, ξένε, τῷ μεγάλῳ σατραπεύει τὴν Αἴγυπτον Ὀροονδάτης, οὗ κατὰ πρόσταγμα φρούραρχος Μιτράνης τήνδε κεκλήρωται τὴν κώμην. τοῦτον δὴ ὁ Ναυσικλῆς ἐπὶ χρήμασι μεγάλοις ἄγει σὺν ἵππῳ καὶ ἀσπίδι πολλῇ. χαλεπαίνει δὲ τὴν ἀφαίρεσιν τῆς Ἀττικῆς κόρης οὐχ ὡς ἐρωμένης μόνον καὶ μουσουργίαν ἀρίστης, ἀλλ̓ ὅτι αὐτὴν καὶ βασιλεῖ τῷ Αἰθιόπων ἀπάξειν ἔμελλεν, ὡς αὐτὸς ἔφασκε, γαμετῇ τῇ ἐκείνου συμπαίστριαν καὶ συνόμιλον τὰ Ἑλλήνων ἐσομένην. ὡς οὖν μεγάλων καὶ πολλῶν τῶν ἐπ’ αὐτῇ προσδοκωμένων χρημάτων ἐστερημένος, πᾶσαν ἐγείρει καὶ κινεῖ μηχανήν. ἐπέρρωσά τε καὶ αὐτὸς πρὸς τὴν πρᾶξιν, εἴ πῃ ἄρα καὶ τοὺς παῖδάς μοι περισώσειεν ἐνθυμούμενος. ὑπολαβὼν οὖν ὁ Κνήμων, ἅλις, ἔφη, βουκόλων καὶ σατραπῶν καὶ βασιλέων αὐτῶν: ἔλαθες γάρ με μικροῦ καὶ εἰς πέρας τῷ λόγῳ διαβιβάζων, ἐπεισόδιον δὴ τοῦτο, οὐδέν φασι πρὸς τὸν Διόνυσον, ἐπεισκυκλήσας: ὥστ̓ ἐπάναγε τὸν λόγον πρὸς τὴν ὑπόσχεσιν. εὕρηκα γάρ σε κατὰ τὸν Πρωτέα τὸν Φάριον, οὐ κατ̓ αὐτὸν τρεπόμενον εἰς ψευδομένην καὶ ῥέουσαν ὄψιν, ἀλλά με παραφέρειν πειρώμενον. μανθάνοις ἄν, ἔφη ὁ πρεσβύτης. διηγήσομαι δέ σοι τὰ ἐμαυτοῦ πρότερον ἐπιτεμών, οὐ σοφιστεύων, ὡς αὐτὸς οἴει, τὴν ἀφήγησιν, ἀλλ̓ εὔτακτόν σοι καὶ προσεχῆ τῶν ἑξῆς παρασκευάζων τὴν ἀκρόασιν. ἐμοὶ πόλις Μέμφις, πατὴρ δὲ. . . καὶ ὄνομα Καλάσιρις, βίος δὲ νῦν νῦν μὲν ἀλήτης, πρότερον δὲ οὐ πάλαι προφήτης. ἐγένετό μοι καὶ γυνὴ νόμῳ τῆς πόλεως, καὶ ἀπεγένετο θεσμῷ τῆς φύσεως. ταύτης εἰς. τὴν ἑτέραν λῆξιν ἀναλυθείσης χρόνον μέν τινα διῆγον ἀπαθὴς κακῶν, ἐπὶ παισὶ δύο τοῖς ἐξ αὐτῆς ἁβρυνόμενος: οὐ πολλοῖς δὲ ὕστερον ἔτεσιν οὐρανίων φωστήρων εἱμαρμένη περίοδος τρέπει τὰ καθ̓ ἡμᾶς, καὶ ὄμμα Κρόνιον εἰς τὸν οἶκον ἐνέσκηψε, τὴν ἐπὶ τὸ χεῖρον ἐπάγον μεταβολήν, ἣν ἐμοὶ σοφία μὲν προέφηνε, διαδρᾶναι δὲ οὐκ ἔδωκε. τοὺς γὰρ μοιρῶν ἀτρέπτους ὅρους προϊδεῖν μὲν δυνατόν, ἐκφεύγειν δὲ οὐκ ἐφικτόν. κέρδος δὲ ὡς ἐν τοῖς τοιούτοις ἡ πρόγνωσις, ἀμβλύνουσα τοῦ δεινοῦ τὸ φλεγμαῖνον. συμφορᾶς γὰρ ὦ παῖ τὸ μὲν ἀπροσδόκητον ἀφόρητον, τὸ δὲ προεγνωσμένον οἰστότερον: τὸ μὲν γὰρ ἡ διάνοια φόβῳ προληφθεῖσα κατέπτηξε, τὸ δὲ ἡ συνήθεια τῷ λογισμῷ διῄτησε.