# Aethiopica 2.26

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.26

πυνθανόμενος δὲ εἶναί τινα Δελφοὺς Ἑλληνίδα πόλιν, ἱερὰν μὲν Ἀπόλλωνος, θεῶν δὲ τῶν ἄλλων τέμενος, ἀνδρῶν δὲ σοφῶν ἐργαστήριον, θορύβου δὲ δημώδους ἐκτὸς ἀνῳκισμένην, ἔστελλον εἰς ταύτην ἐμαυτόν, ἁρμόδιον τῷ προφητικῷ καταγώγιον τὴν ἱεροῖς καὶ τελεταῖς ἀνακειμένην ὁριζόμενος, διά τε τοῦ Κρισσαίου κόλπου τῇ Κίρρᾳ προσορμισθεὶς ἐκ νεὼς ἐπὶ τὴν πόλιν ἀνέθεον. ἐπεὶ δὲ ἐπέστην, ὀμφή με ὡς ἀληθῶς θεία προσέβαλεν αὐτόθεν, καὶ τά τε ἄλλα ἡ πόλις διαίτημα κρειττόνων ἔδοξε, καὶ οὐχ ἥκιστα τῇ φύσει τῆς περιοχῆς: οἷον γὰρ φρούριον ἀτεχνῶς καὶ αὐτοσχέδιος ἀκρόπολις ὁ Παρνασσὸς ἀπαιωρεῖται, πρὸ ποδῶν λαγόσι τὴν πόλιν ἐγκολπισάμενος. ἄριστα, ἔφη, λέγεις, ὁ Κνήμων, καὶ ὡς ἄν τις ἐπιπνοίας ὡς ἀληθῶς Πυθικῆς ἐπῃσθημένος. τῇδε γάρ πῃ καὶ ὁ πατήρ μοι θέσεως ἔχειν τοὺς Δελφοὺς ἔφραζεν, ὅτε αὐτὸν ἱερομνήμονα ἡ πόλις Ἀθηναίων ἔστειλεν. Ἀθηναῖος ἄρα ἦσθα ὦ παῖ; ναὶ ἔφη. ὄνομα δὲ τίς; Κνήμων, ἀπεκρίνατο. τύχῃ τίνι κεχρημένος; εἰσαῦθις, ἔφη, ἀκούσῃ: νῦν δὲ ἔχου τῶν ἑξῆς. ἕξομαι, ἔφη, καὶ ἐπανῄειν πρὸς τὴν πόλιν. ἐπαινέσας οὖν τῶν τε δρόμων καὶ ἀγορῶν καὶ κρηνῶν τὸ ἄστυ, καὶ Κασταλίαν αὐτήν, ἣν δὴ καὶ περιρραντήριον ἐποιησάμην, ἐπὶ τὸν νεὼν ἔσπευδον: καὶ γάρ με καὶ θροῦς τῶν πολλῶν ἀνεπτέρωσεν, ὥραν εἶναι κινεῖσθαι τὴν θεοπρόπον λέγοντες. ἐπεὶ δὲ εἰσελθὼν προσεκύνουν καί τι καὶ κατ̓ ἐμαυτὸν ηὐχόμην, ἀνεφθέγξατο ἡ Πυθία τοιάδε. ἴχνος ἀειράμενος ἀπ̓ ἐυστάχυος παρὰ Νείλου, φεύγεις μοιράων νήματ̓ ἐρισθενέων. τέτλαθι: σοὶ γὰρ ἐγὼ κυαναύλακος Αἰγύπτοιο αἶψα πέδον δώσω. νῦν δ̓ ἐμὸς ἔσσο φίλος.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
