Ancient Greek
Book 2
Heliodorus of Emesa, Aethiopica 2.27
Not analysed yet
ταῦτα ὡς ἐθέσπισεν, ἐγὼ μὲν ἐμαυτὸν ἐπὶ πρόσωπον τοῖς βωμοῖς ἐπιβαλὼν ἵλεων εἶναι τὰ πάντα ἱκέτευον, ὁ δὲ πολὺς τῶν περιεστώτων ὅμιλος ἀνευφήμησαν τὸν θεὸν τῆς ἐπ’ ἐμοὶ παρὰ τὴν πρώτην ἔντευξιν προφητείας, ἐμὲ δὲ ἐμακάριζον καὶ περιεῖπον τὸ ἐντεῦθεν παντοίως, φίλον ἥκειν με τῷ θεῷ μετὰ Λυκοῦργόν τινα Σπαρτιάτην λέγοντες. καὶ ἐνοικεῖν τε βουλόμενον τῷ τεμένει τοῦ νεὼ συνεχώρουν, καὶ σιτηρέσιον ἐκ τοῦ δημοσίου παρέχειν ἐψηφίσαντο, καὶ συνελόντι λέγειν ἀγαθῶν ἀπέλιπεν οὐδέν. ἢ γὰρ πρὸς ἱεροῖς ἦν, ἦν, ἢ πρὸς θυσίαις ἐξηταζόμην, ἃς πολλὰς καὶ παντοίας ἀνὰ πᾶσαν ἡμέραν ξένος τε καὶ ἐγχώριος λεὼς τῷ θεῷ χαριζόμενοι δρῶσιν, ἢ φιλοσοφοῦσι διελεγόμην. οὐκ ὀλίγος δὲ ὁ τοιοῦτος βίος συρρεῖ περὶ τὸν νεὼν τοῦ Πυθίου, καὶ μουσεῖόν ἐστιν ἀτεχνῶς ἡ πόλις ὑπὸ μουσηγέτῃ θεῷ φοιβαζομένη. τὸν μὲν δὴ πρότερον χρόνον ἄλλοτε περὶ ἄλλων ἡμῖν αἱ ζητήσεις ἀνεκινοῦντο, καὶ ὃ μέν τις ὅπως τοὺς ἐγχωρίους οἱ Αἰγύπτιοι σέβομεν θεοὺς ἀνηρώτα, ὃ δέ, δἰ ἣν αἰτίαν ἄλλα παῤ ἄλλοις τῶν ζώων ἐκθειάζεται, καὶ τίς ὁ περὶ ἑκάστου λόγος, ἐπυνθάνετο. ἄλλος πυραμίδων κατασκευήν, ἕτερος συρίγγων πλάνην. καὶ συνελόντι τῶν κατ̓. Αἴγυπτον ἓν οὐδὲν ἀπελίμπανον ἱστοροῦντες: Αἰγύπτιον γὰρ ἄκουσμα καὶ διήγημα πᾶν Ἑλληνικῆς ἀκοῆς ἐπαγωγότατον.