Ancient Greek
Book 2
Heliodorus of Emesa, Aethiopica 2.29
Not analysed yet
ταῦτά μου καὶ τὰ τοιαῦτα διεξιόντος, ὁ ἱερεὺς τοῦ Πυθίου γνώριμος ἐμοὶ γεγονὼς ἐς τὰ μάλιστα ʽΧαρικλῆς ὄνομα ἦν αὐτᾦ, θαυμασίως, ἔφη, λέγεις, καὶ ταύτῃ τῇ γνώμῃ τίθεμαι καὶ αὐτός, οὕτω καὶ παρὰ τῶν ἐν Καταδούποις ἱερέων τοῦ Νείλου πυθόμενος. κἀγὼ πρὸς αὐτόν, ὦ Χαρίκλεις, ἔφην, ἦλθες γὰρ κἀκεῖσε; ἦλθον, εἶπεν, ὦ σοφὲ Καλάσιρι. τί δέ σε χρέος ἤγαγε; πάλιν ἠρώτων. ὃ δέ, δυσπραξία τῶν κατὰ τὴν οἰκίαν, ἀπεκρίνατο, ἣ δή μοι καὶ εὐπραξίας αἰτία γέγονεν. ἐμοῦ δὲ τὸ παράδοξον θαυμάσαντος, οὐ θαυμάσῃ, ἔφη, τὸ πρᾶγμα, ὡς γέγονεν εἰ πύθοιο. πεύσῃ δὲ ὅταν σοι βουλομένῳ γένηται. οὐκοῦν ὥρα σοι λέγειν, ἦν δ̓ ἐγώ: νῦν γὰρ βούλομαι. μάνθανε, εἶπεν ὁ Χαρικλῆς τοὺς πολλοὺς μεταστησάμενος: καὶ γάρ σε καὶ διά τι χρήσιμον ἐμὸν ἀκροατὴν γενέσθαι τῶν συμβεβηκότων πάλαι ἐβουλόμην. ἐμοὶ γήμαντι παιδία οὐκ ἐγίνετο. ὀψὲ δέ ποτε καὶ βραδὺ τῆς ἡλικίας, πολλὰ τὸν θεὸν ἱκετεύων θυγατρίου πατὴρ ἀνηγορεύθην, οὐκ ἐπ’ αἰσίοις ἔσεσθαί μοι ταύτην τοῦ θεοῦ προαγορεύσαντος. ἦλθε καὶ εἰς ὥραν γάμου, καὶ ἐξεδόμην τῶν μνηστευομένων ʽπολλοὶ δὲ ἦσαν̓ τῷ παῤ ἐμοὶ κριθέντι καλλίστῳ. καὶ καθ̓ ἣν νύκτα συγκατεκλείσθη τῷ γήμαντι, κατ̓ αὐτὴν ἡ δυστυχὴς ἐτελεύτα, σκηπτοῦ τινὸς ἢ χειροποιήτου πυρὸς τοῖς θαλάμοις ἐμπεσόντος. καὶ τὸν ὑμέναιον ᾀδόμενον ἔτι διεδέχετο θρῆνος, καὶ ἀπὸ τῶν παστάδων ἐπὶ τὸ μνῆμα παρεπέμπετο: καὶ δᾷδες αἱ τὸ γαμήλιον ἐκλάμψασαι φῶς, αὗται καὶ τὴν ἐπικήδειον πυρκαϊὰν ἐξῆπτον. ἐπετραγῴδει τούτῳ τῷ δράματι καὶ ἕτερον πάθος ὁ δαίμων, καὶ τὴν μητέρα μοι τῆς παιδὸς ἀφαιρεῖται τοῖς θρήνοις ἐγκαρτερήσασαν. τὸ δὲ θεήλατον τοῦ κακοῦ μὴ φέρων, ἐμαυτὸν μὲν οὐκ ἐξάγω τοῦ βίου, τοῖς θεολογοῦσιν ὡς ἀθέμιτον τὸ πρᾶγμα πειθόμενος, ὑπεξάγω δὲ τῆς ἐνεγκούσης καὶ τὴν ἐρημίαν τῆς οἰκίας ἀποδιδράσκω: μέγα γάρ τι εἰς λήθην κακῶν ἡ δἰ ὀφθαλμῶν τῆς ψυχῆς ὑπόμνησις ἀμαυρουμένη. καὶ πολλοῖς ἐμπλανηθεὶς τόποις, ἦλθον δὴ καὶ εἰς τὴν σὴν Αἴγυπτον καὶ Καταδούπους αὐτούς, καθ̓ ἱστορίαν τῶν καταρρακτῶν τοῦ Νείλου.