# Aethiopica 2.3

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.3

χαλεπῶς δὲ καὶ σὺν ἱδρῶτι πολλῷ τῇ νήσῳ προσορμίσαντες, ὡς εἶχον τάχους, ἐπὶ τὰς σκηνὰς ἀνέτρεχον. καὶ τὰς μὲν καταλαμβάνουσιν ἤδη κατῃθαλωμένας καὶ τῷ τόπῳ μόνῳ γνωριζομένας, τὸν λίθον δὲ τὸν οὐδὸν τοῦ σπηλαίου τὸ κάλυμμα διαφαινόμενον. ὁ γὰρ ἄνεμος ἐπίφορος ταῖς καλύβαις ἐμπνεύσας, καὶ οἷα δὴ λεπτοῖς καλάμοις, καὶ τούτοις ἑλείοις, διαπλόκους τῇ ῥιπῇ κατὰ πάροδον καταφλέξας, μικροῦ καὶ ἰσόπεδον ἐπεδείκνυ τὸ ὑποκείμενον, τῆς μὲν φλογὸς ὀξέως μαρανθείσης καὶ εἰς τέφραν ἀναλυθείσης, τῆς δὲ σποδιᾶς τῆς μὲν πολλῆς τῷ ῥοίζῳ παρενεχθείσης, ὀλίγης δὲ τῆς ὑπολειπομένης πρὸς τὸ πνέον ἁπάσης σχεδὸν ἀποσβεσθείσης καὶ πρὸς τὸ βάσιμον ἀποψυγείσης. δᾷδας οὖν ἡμιφλέκτους ἀνευρόντες καὶ λείψανα καλάμων ἐξάψαντες καὶ τὸ στόμιον ἀνοίξαντες κατέθεον ἡγουμένου τοῦ Κνήμωνος. ἐπεὶ δὲ ὀλίγον ἀπέβησαν, ἀθρόον ὁ Κνήμων ἀνέκραγεν ὦ Ζεῦ, τί τοῦτο; ἀπολώλαμεν: ἀνῄρηται Χαρίκλεια. καὶ τό τε λαμπάδιον εἰς τὴν γῆν καταβαλὼν ἀπέσβεσε, καὶ τὼ χεῖρε τοῖς ὀφθαλμοῖς ἐπαγαγών, εἰς γόνυ τε ὀκλάσας, ἐθρήνει. ὁ δὲ Θεαγένης ὥσπερ τινὸς πρὸς βίαν ὤσαντος ἐπὶ τὸ σῶμα τῆς κειμένης κατενεχθείς, ὃ μὲν ἐπὶ πλεῖστον ἀπρὶξ εἴχετο καὶ προσεπεφύκει πανταχόθεν ἐναγκαλιζόμενος: ὁ δὲ Κνήμων ὅλον ὄντα πρὸς τῷ πάθει καταμαθὼν καὶ τῇ συμφορᾷ βεβαπτισμένον, δεδιώς τε μή τι κακὸν ἑαυτὸν ἐργάσηται, τὸ ξίφος ὑφαιρεῖ λάθρᾳ τῆς θήκης ὑπὸ τὴν πλευρὰν αἰωρουμένης, καὶ μόνον καταλιπὼν ἀνέδραμεν ὡς τὰς δᾷδας ἀναψόμενος.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
