Ancient Greek
Book 2
Heliodorus of Emesa, Aethiopica 2.35
Not analysed yet
ἐπένευσεν ὁ Χαρικλῆς, καὶ εἰσῆλθεν ὁ νεανίσκος, Ἀχίλλειόν τι τῷ ὄντι πνέων, καὶ πρὸς ἐκεῖνον τὸ βλέμμα καὶ τὸ φρόνημα ἀναφέρων, ὀρθὸς τὸν αὐχένα, καὶ ἀπὸ τοῦ μετώπου τὴν κόμην καὶ πρὸς τὸ ὄρθιον ἀναχαιτίζων. ἡ ῥὶς ἐν ἐπαγγελίᾳ θυμοῦ, καὶ οἱ μυκτῆρες ἐλευθέρως τὸν ἀέρα εἰσπνέοντες. ὀφθαλμὸς οὔπω μὲν χαροπός, χαροπώτερον δὲ μελαινόμενος, σοβαρόν τε ἅμα καὶ οὐκ ἀνέραστον βλέπων, οἷον θαλάσσης ἀπὸ κύματος εἰς γαλήνην ἄρτι λεαινομένης. ἐπεὶ δὲ ἡμᾶς τὰ εἰωθότα ἠσπάσατο καὶ τῶν ἀμοιβαίων ἔτυχεν, ὥραν εἶναι τοῦ τὴν θυσίαν τῷ θεῷ προσάγειν ἔλεγεν, ὡς ἂν καὶ τὸν ἐναγισμὸν τῷ ἥρωι καὶ τὴν ἐπ’ αὐτῷ πομπὴν κατὰ καιρὸν ἐν δευτέροις ἐπιτελεῖν ἐγγένοιτο. γινέσθω, ἔφη ὁ Χαρικλῆς. καὶ ἀνιστάμενος, ὄψει, ἔφη πρός με, καὶ τὴν Χαρίκλειαν τήμερον, εἰ μὴ πρότερον εἶδες: συμπαρεῖναι γὰρ καὶ τὴν ζάκορον τῆς Ἀρτέμιδος τῇ πομπῇ καὶ τοῖς ἐναγισμοῖς τοῦ Νεοπτολέμου πάτριον. ἐμοὶ δὲ ἡ παῖς, ὦ Κνήμων, ἑώρατο ἤδη πολλάκις, καὶ θυσιῶν συνεφῆπτο, καὶ λόγων ἱερῶν εἴ τι ποτε ἐπύθετο. ἀλλ̓ ἅμως ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος. καὶ ἅμα τὴν ὁρμὴν ὡς ἐπὶ τὸν νεὼν ἐποιούμεθα: πάκτα γὰρ ἤδη παρεσκεύαστο τὰ πρὸς τὴν θυσίαν τοῖς Θετταλοῖς. ἐπεὶ δὲ ἡμεῖς τε πρὸς τοῖς βωμοῖς ἐγενόμεθα καὶ ὁ νεανίας ἤδη τῶν ἱερῶν κατῆρχε, προκατευξαμένου τοῦ ἱερέως, ἐκ τῶν ἀδύτων ἀναφθέγγεται ἡ Πυθία τοιάδε. τὴν χάριν ἐν πρώτοις, αὐτὰρ κλέος ὕστατ̓ ἔχουσαν, φράζεσθ̓ ὦ Δελφοί, τόν τε θεᾶς γενέτην, οἳ νηὸν προλιπόντες ἐμὸν καὶ κῦμα τεμόντες ἵξοντ̓ ἠελίου πρὸς χθόνα κυανέην, τῇ περ ἀριστοβίων μέγ̓ ἀέθλιον ἐξάψονται, λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων.