# Aethiopica 2.5

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.5

καὶ ἅμα λέγων ἐπέβαλε τὴν χεῖρα ὡς τὸ ξίφος σπασόμενος. ὡς δὲ οὐχ εὕρισκεν, ὦ Κνήμων ἐβόησεν, ὡς σύ με ἀπολώλεκας, προσηδίκησας δὲ καὶ Χαρίκλειαν, τῆς ἡδίστης αὐτὴν κοινωνίας ἤδη δεύτερον ἀποστερήσας. καὶ ταῦτα διεξιόντος, ἐκ μυχῶν τοῦ σπηλαίου φωνῆς τις ἦχος ἐξηκούετο, Θεάγενες καλούσης. ὃ δὲ οὐδὲν ταραχθεὶς ὑπήκουσέ τε, καὶ ἥξω φιλτάτη ψυχή ἔλεγεν. εὔδηλος εἶ περὶ γῆν ἔτι φερομένη, τὸ μὲν τοιούτου σώματος, οὗ πρὸς βίαν ἐξηλάθης, ἀποστατεῖν οὐ φέρουσα, τὸ δὲ διὰ τὸ ἄταφον ἴσως ὑπὸ νερτερίων εἰδώλων εἰργομένη. κἀν τούτῳ τοῦ Κνήμωνος ἅμα δᾳσὶν ἡμμέναις ἐπιστάντος, αὖθις ὁ αὐτὸς ἦχος ἐξηκούετο, καὶ ἦν τὸ λεγόμενον Θεάγενες. ὁ δὲ Κνήμων ἀναβοήσας ὦ θεοί ἔφη, οὐ Χαρικλείας ἐστὶν ἡ φωνή; σώζεσθαί μοι δοκεῖ, Θεάγενες: ἀπὸ γὰρ τῶν ἐσχάτων, καὶ καθ̓ ὃ μέρος αὐτὴν οἶδα τοῦ ἄντρου καταλιπών, ἡ φωνή μοι βάλλει τὴν ἀκοήν. οὐ παύσῃ, ἔφη ἔφη ὁ Θεαγένης, ἀπατῶν με πολλάκις; καὶ μὴν ἀπατῶ σε καὶ ἀπατῶμαι τὸ μέρος, εἶπεν ὁ Κνήμων, εἰ Χαρίκλειαν οὖσαν ταυτηνὶ τὴν κειμένην εὕροιμεν. καὶ ἅμα λέγων ἀνέστρεφεν ἐπ’ ὄψιν τὴν κειμένην, καὶ ἰδών, τί τοῦτο; ἀνέκραγεν, ὦ δαίμονες τεράστιοι: Θίσβης ἡ ὄψις. ὑπέβη δὲ εἰς τοὐπίσω, καὶ τρόμῳ συσχεθεὶς ἀχανὴς εἱστήκει.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
