# Aethiopica 2.6

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.6

ὁ δὲ Θεαγένης ἔμπνους ἐκ τῶνδε γενόμενος, καὶ πρὸς τὸ εὔελπι τὴν γνώμην ἐπιστρέφων, ἀνεκαλεῖτό τε λιποψυχοῦντα τὸν Κνήμωνα, καὶ παρὰ τὴν Χαρίκλειαν ὡς ὅτι τάχιστα ποδηγεῖν ἱκέτευε. μικρὸν οὖν διαλιπὼν εἰς ἑαυτόν τε γενόμενος ὁ Κνήμων τὴν κειμένην αὖθις ἐπεσκοπεῖτο. ἣ δὲ ἦν ἀληθῶς ἡ Θίσβη: καὶ ξίφος τε πλησίον ἐκπεπτωκὸς ἐγνώριζεν ἀπὸ τῆς λαβῆς, ὃ παρὰ τὸν φόνον ὁ Θύαμις ὑπὸ θορύβου καὶ σπουδῆς ἐναπέλιπε τῇ σφαγῇ, καὶ δέλτον τινὰ τῶν στέρνων ὑπὸ τῇ μασχάλῃ προκύπτουσαν ἀνελόμενος ἐπειρᾶτό τι τῶν ἐγγεγραμμένων ἐπιέναι. ἀλλ̓ ὁ Θεαγένης οὐκ εἴα λιπαρῶς ἐγκείμενος, καὶ τὴν φιλτάτην λέγων κομιζώμεθα πρότερον, εἰ μή τις ἡμᾶς παίζει καὶ νυνὶ δαίμων: ταῦτα δὲ ἐξέσται καὶ μετὰ ταῦτα γινώσκειν. ἐπείθετο ὁ Κνήμων: καὶ τήν τε δέλτον ἐπικομιζόμενοι καὶ τὸ ξίφος ἀνελόμενοι παρὰ τὴν Χαρίκλειαν ἔσπευδον. ἣ δὲ χερσί τε ἅμα καὶ ποσὶν ἐπὶ τὴν αὐγὴν ἀνερπύσασα, προσδραμοῦσά τε τῷ Θεαγένει, τοῦ αὐχένος ἐξήρτητο. καὶ ἣ μὲν ἔχω σε Θεάγενες; ὃ δὲ ζῇς μοι Χαρίκλεια; πολλάκις ἔλεγον: καὶ τέλος εἰς τοὔδαφος ἀθρόον καταφέρονται, καὶ εἴχοντο ἀλλήλων, ἄναυδοι μὲν ἀλλ̓ ὥσπερ ἡνωμένοι. καὶ μικρὸν ἔδει ἀποθνήσκειν αὐτούς: οὕτως ἄρα καὶ τὸ χαρᾶς ὑπερβάλλον εἰς ἀλγεινὸν. περιέστη πολλάκις, καὶ τῆς ἡδονῆς τὸ ἄμετρον ἐπίσπαστον λύπην ἐγέννησεν. ὡς δὴ κἀκεῖνοι παῤ ἐλπίδα σωθέντες ἐκινδύνευον, ἕως ὁ Κνήμων πίδακά τινα διαμώμενος, καὶ τὴν συρρυεῖσαν κατὰ βραχὺ νοτίδα κοίλαις ταῖς χερσὶν ὑδρευσάμενος, τὸ πρόσωπόν τε αὐτῶν ἐπέρρανε, καὶ θαμὰ τῶν ῥινῶν ἐπαφώμενος ἐπὶ τὸ φρονεῖν ἐπανήγαγεν.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
