# Aethiopica 2.7

Heliodorus of Emesa, Aethiopica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/2.7

οἳ δὲ ἑτέρως μὲν ἀλλήλοις ἐντυχόντες, κειμένους δὲ ἑαυτοὺς καταλαβόντες, ὀρθωθέντες ἀθρόον ἠρυθρίων τὸν Κνήμωνα, καὶ πλέον ἡ Χαρίκλεια, θεωρὸν τῶνδε γεγενημένον, καὶ νέμειν συγγνώμην ἱκέτευον. ὃ δὲ ἐπιμειδιάσας, καὶ πρὸς τὸ φαιδρότερον αὐτοὺς ἀνιείς, ταῦτα μέν, ἔφη, καὶ ἐπαίνων ἄξια κατ̓ ἐμὲ κριτὴν καὶ ἄλλον ὅστις ἔρωτι προσπαλαίσας ἡττήθη τε τὴν μάχην ἡδέως καὶ τὰ ἐκείνου σωφρόνως πέπτωκεν ἀπαραίτητα πτώματα. ἀλλ̓ ἐκεῖνα ὦ Θεάγενες οὔτε ἐπαινεῖν εἶχον, ὑπερῃσχυνόμην τε ὁρῶν ὡς ἀληθῶς, ὅτε τὴν ξένην καὶ προσήκουσαν οὐδαμόθεν γυναῖκα περιπεσὼν ἐθρήνεις ἀγεννῶς, καὶ ταῦτα περιεῖναι καὶ ζῆν σοι τὴν φιλτάτην ἐμοῦ διατεινομένου. καὶ ὁ Θεαγένης παῦε φησίν, ὦ Κνήμων, διαβάλλων με πρὸς Χαρίκλειαν, ἣν ἐθρήνουν ἐν ἀλλοτρίῳ σώματι, ταύτην εἶναι τὴν κειμένην ἡγούμενος. ἐπεὶ δὲ ἀπάτην ἐκεῖνα θεῶν τις εὖ γε ποιῶν ἔδειξεν, ὥρα σοι σαυτὸν ὑπομνῆσαι τῆς ἄγαν ἀνδρείας, ὑφ̓ ἧς ἐθρήνεις μὲν ἐμοῦ τὰ ἐμὰ πρότερος, τὴν δὲ ἀπροσδόκητον τῆς κειμένης ἐπίγνωσιν ὥσπερ ἐπὶ σκηνῆς δαίμονας ἀπεδίδρασκες, ἔνοπλος καὶ ξιφήρης τὴν γυναῖκα, νεκρὰν καὶ ταύτην, ὑποφεύγων ὁ γενναῖος καὶ Ἀττικὸς πεζομάχος.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
