# Aethiopica 3.1

Heliodorus of Emesa, Aethiopica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/3.1

καὶ μὴν οὐκ ἐτελέσθη, πάτερ, ὑπολαβὼν ὁ Κνήμων. ἐμὲ γοῦν οὔπω θεατὴν ὁ σὸς ἐπέστησε λόγος, ἀλλ̓ εἰς πᾶσαν ὑπερβολὴν ἡττημένον τῆς ἀκροάσεως καὶ αὐτοπτῆσαι σπεύδοντα τὴν πανήγυριν ὥσπερ κατόπιν ἑορτῆς ἥκοντα, τὸ τοῦ λόγου, παρατρέχεις, ὁμοῦ τε ἀνοίξας καὶ κλείσας τὸ θέατρον. ἐγὼ μέν, ὦ Κνήμων, ἔφη ὁ Καλάσιρις, ἥκιστά σε τοῖς ἔξωθεν καὶ τοιούτοις βούλομαι διοχλεῖν, ἐπὶ τὰ καιριώτερά σε τῆς ἀφηγήσεως καὶ ὧν ἐπεζήτεις ἐξ ἀρχῆς συνελαύνων. ἐπεὶ δὲ ἐκ παρόδου θεωρὸς γενέσθαι βεβούλησαι, σὺ μὲν Ἀττικὸς ὢν κἀκ τούτων οὐ λέληθας, ἐγὼ δέ σοι τὴν πομπήν, ὀνομαστὴν ἐν ὀλίγαις γενομένην αὐτῆς τε ἕνεκεν καὶ τῶν ἐξ αὐτῆς ἀποβάντων, ἐπιτεμὼν διαθήσομαι. ἡγεῖτο μὲν ἑκατόμβη τῶν τελουμένων, ἀνδρῶν ἀγροικοτέρων βίον τε καὶ στολὴν ἐφελκομένων. τὸ μὲν ζῶσμα ἑκάστῳ χιτῶνα λευκὸν εἰς ἀγκύλην ἀνέστελλε, χεὶρ δὲ ἡ δεξιὰ σὺν ὤμῳ καὶ μαζῷ παραγυμνουμένη πέλεκυν δίστομον ἐπεκράδαινεν. οἱ βόες μέλανες πάντες, τὸν αὐχένα σφριγῶντες καὶ πρὸς κύρτωμα μέτριον ἐγείροντες, τὸ κέρας ἀπέριττον καὶ ἀδιάστροφον ὀξύνοντες, ὃ μὲν ἐπίχρυσον ὃ δὲ ἀνθεινοῖς στεφάνοις διάπλοκον, σιμοὶ τὴν κνήμην, καὶ βαθεῖαν τὴν φάρυγγα τοῖς γόνασιν ἐπαιωροῦντες. ὁ δὲ ἀριθμὸς ἀκριβῶς ἑκατόμβη, καὶ εἰς ἀλήθειαν τὸ ὄνομα πληροῦντες. ἐπηκολούθει τούτοις ἄλλων ἱερείων διάφορον πλῆθος, ἑκάστου ζώου γένος ἰδίᾳ καὶ εἰς κόσμον ἀγόμενον, αὐλοῦ καὶ σύριγγος τελεστικόν τι μέλος καὶ καταγγελτικὸν τῆς θυσίας ὑπηχούντων.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
