# Aethiopica 3.10

Heliodorus of Emesa, Aethiopica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/3.10

καὶ περὶ τούτων ἔτι διασκοπουμένοις ἡμῖν ἐφίσταταί τις ἐσπουδασμένως, καὶ ὦ ʼγαθοί φησιν, ὑμεῖς δὲ ὥσπερ ἐπὶ μάχην ἢ πόλεμον ἀλλ̓ οὐκ εὐωχίαν κληθέντες, οὕτω μέλλετε: ἣν παρασκευάζει μὲν ὁ κάλλιστος Θεαγένης, ἐποπτεύει δὲ ὁ μέγιστος ἡρώων Νεοπτόλεμος. δεῦῤ ἴτε, μηδὲ εἰς ἑσπέραν τὸ συμπόσιον παρέλκετε, μόνοι τῶν πάντων ἀπολειπόμενοι. προσκύψας οὖν μοι πρὸς τὸ οὖς ὁ Χαρικλῆς, οὗτος, ἔφη, τὴν ἀπὸ ξύλου κλῆσιν ἥκει φέρων, ὡς λίαν ἀπροσδιόνυσος, καὶ ταῦτα ὑποβεβρεγμένος. ἀλλ̓ ἴωμεν, ὡς δέος μὴ καὶ πληγὰς ἡμῖν ἐμφορήσῃ τελευτῶν. σὺ μὲν παίζεις, ἴωμεν δ̓ οὖν, ἔφην. ἐπεὶ δὲ ἐπέστημεν, ἑαυτοῦ πλησίον τὸν Χαρικλέα κατέκλινεν ὁ Θεαγένης, ἔνεμε δὲ ἄρα τι κἀμοὶ τιμῆς τοῦ Χαρικλέους ἕνεκα. τὰ μὲν οὖν ἄλλα τῆς εὐωχίας τί ἂν λέγων ἐνοχλοίην, τοὺς παρθενικοὺς χορούς, τὰς αὐλητρίδας, τὴν ἐνόπλιον τῶν ἐφήβων καὶ πυρρίχιον ὄρχησιν, τἆλλα οἷς τὸ πολυτελὲς τῶν ἐδεσμάτων ὁ Θεαγένης διῄτησεν, εὐόμιλόν τε καὶ ποτιμώτερον τὸ συμπόσιον ἀπεργαζόμενος: ἀλλ̓ ἃ δὴ μάλιστα σοί τε ἀκούειν ἀναγκαῖον ἐμοί τε λέγειν ἥδιον, ἐκεῖνα ἦν. ὁ Θεαγένης ἐνεδείκνυτο μὲν ἱλαρὸς εἶναι καὶ φιλοφρονεῖσθαι τοὺς παρόντας ἐβιάζετο, ἡλίσκετο δὲ πρὸς ἐμοῦ τὴν διάνοιαν ὅποι φέροιτο, νῦν μὲν τὸ ὄμμα ἠνεμωμένος, νῦν δὲ βύθιόν τι καὶ ἀπροφάσιστον ἐπιστένων, καὶ ἄρτι μὲν κατηφής τε καὶ ὥσπερ ἐπ’ ἐννοίας, ἄρτι δὲ ἀθρόον ἐπὶ τὸ φαιδρότερον. ἑαυτὸν μεταπλάττων, ὥσπερ ἐν συναισθήσει γινόμενος καὶ ἑαυτὸν ἀνακαλούμενος καὶ πρὸς πᾶσαν μεταβολὴν ῥᾳδίως ὑποφερόμενος. διάνοια γὰρ ἐρῶντος ὅμοιόν τι καὶ μεθύοντος, εὔτρεπτόν τε καὶ οὐδεμίαν ἕδραν ἀνεχόμενον, ἅτε τῆς ψυχῆς ἀμφοτέροις ἐφ̓ ὑγροῦ τοῦ πάθους σαλευούσης: διὸ καὶ πρὸς μέθην ὁ ἐρῶν καὶ πρὸς τὸ ἐρᾶν ὁ μεθύων ἐπίφορος.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
