# Aethiopica 3.14

Heliodorus of Emesa, Aethiopica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/3.14

ταῦτα μέν, ὦ θειότατε, μεμύηκας, ἔφη ὁ Κνήμων: Αἰγύπτιον δὲ Ὅμηρον ἀποκαλοῦντός σου πολλάκις, ὃ τῶν πάντων ἴσως οὐδεὶς ἀκήκοεν εἰς τὴν σήμερον, οὔτε ἀπιστεῖν ἔχω, καὶ σφόδρα θαυμάζων ἱκετεύω μὴ παραδραμεῖν σε τοῦ λόγου τὴν ἀκρίβειαν. ὦ Κνήμων, εἰ καὶ ἔξωρον τὸ περὶ τούτων νυνὶ διαλαμβάνειν, ἀλλ̓ ὅμως ἀκούοις ἂν ἐπιτέμνοντος. Ὅμηρος, ὦ φίλος, ὑπ’ ἄλλων μὲν ἄλλοθεν ὀνομαζέσθω, καὶ πατρὶς ἔστω τῷ σοφῷ πᾶσα πόλις, ἦν δὲ εἰς ἀλήθειαν ἡμεδαπὸς Αἰγύπτιος, καὶ πόλις αὐτῷ Θῆβαι αἱ ἑκατόμπυλοί εἰσι κατ̓ αὐτὸν ἐκεῖνον, πατὴρ δὲ τῷ μὲν δοκεῖν προφήτης, τὸ δὲ ἀψευδὲς Ἑρμῆς, οὗπερ ἦν ὁ δοκῶν πατὴρ προφήτης. τῇ γὰρ τούτου γαμετῇ τελούσῃ τινὰ πάτριον ἁγιστείαν καὶ κατὰ τὸ ἱερὸν καθευδούσῃ συνῆλθεν ὁ δαίμων, καὶ ποιεῖ τὸν Ὅμηρον, φέροντά τι τῆς ἀνομοίου μίξεως σύμβολον: θατέρῳ γὰρ τοῖν μηροῖν αὐτόθεν ἐξ ὠδίνων πολύ τι μῆκος τριχῶν ἐπεπόλαζεν. ὅθεν παῤ ἄλλοις τε, καὶ οὐχ ἥκιστα παῤ Ἕλλησιν ἀλητεύων καὶ τὴν ποίησιν ᾅδων τοῦ ὀνόματος ἔτυχεν, αὐτὸς μὲν τὸ ἴδιον οὐ λέγων, ἀλλ̓ οὐδὲ πόλιν ἢ γένος ὀνομάζων, τῶν δὲ ἐγνωκότων τὸ περὶ τὸ σῶμα πάθος εἰς ὄνομα κρατησάντων. τί δὲ σκοπῶν, ὦ πάτερ, ἐσιώπα τὴν ἐνεγκοῦσαν; ἤτοι τὸ φυγὰς εἶναι καταιδούμενος: ἐδιώχθη γὰρ ὑπὸ τοῦ πατρός, ὅτε ἐξ ἐφήβων εἰς τοὺς ἱερωμένους ἐνεκρίνετο, ἀπὸ τοῦ κηλῖδα φέρειν ἐπὶ τοῦ σώματος νόθος εἶναι γνωρισθείς: ἢ καὶ τοῦτο σοφίᾳ κατεργαζόμενος, κἀκ τοῦ τὴν οὖσαν ἀποκρύπτειν πᾶσαν ἑαυτῷ πόλιν πατρίδα μνώμενος.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
