# Aethiopica 3.2

Heliodorus of Emesa, Aethiopica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/3.2

ταύτας τὰς ἀγέλας καὶ τοὺς ἄνδρας τοὺς βοηλάτας κόραι Θετταλικαὶ διεδέχοντο καλλίζωνοί τινες καὶ βαθύζωνοι καὶ τὴν κόμην ἄνετοι. διῄρηντο δὲ εἰς δύο χορούς: καὶ αἳ μὲν ἔφερον καλαθίσκους, ὁ πρῶτος χορός, ἀνθέων τε καὶ ὡραίων πλήρεις, αἳ δὲ κανᾶ πεμμάτων τε καὶ θυμιαμάτων κανηφοροῦσαι τὸν τόπον εὐωδίᾳ κατέπνεον. ἠσχόλουν δὲ οὐδὲν εἰς ταῦτα τὰς χεῖρας, ἀλλ̓ ὑπὲρ τῆς κεφαλῆς ἀχθοφοροῦσαι πρὸς χορὸν στιχήρη καὶ ἐγκάρσιον ἀλλήλων εἴχοντο, ὡς ἂν βαδίζειν τε ἅμα καὶ χορεύειν αὐταῖς ἐγγίνοιτο. τοῦ δὲ μέλους αὐταῖς τὸ ἐνδόσιμον ὁ ἕτερος χορὸς ὑπεσήμαινεν: οὗτος γὰρ τὸν ὅλον ἐπετέτραπτο μελῳδεῖν ὕμνον. ὁ δὲ ὕμνος ἦν, ἡ Θέτις ἐπῃνεῖτο καὶ ὁ Πηλεύς, κἀπὶ τούτοις ὁ ἐκείνων παῖς, καὶ ὁ τούτου πάλιν. μετὰ τούτους, ὦ Κνήμων, — τί Κνήμων; ἔφη ὁ Κνήμων. πάλιν γάρ με τῶν ἡδίστων ἀποστερεῖς, ὦ πάτερ, αὐτόν μοι τὸν ὕμνον οὐ διερχόμενος, ὥσπερ θεατήν με μόνον τῶν κατὰ τὴν πομπήν, ἀλλ̓ οὐχὶ καὶ ἀκροατὴν καθίσας. ἀκούοις ἄν, ἔφη ὁ Καλάσιρις, ἐπειδήπερ οὕτω σοι φίλον: εἶχε γὰρ ὧδέ πως ἡ ᾠδή. τἀν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν, Νηρέος ἀθανάταν εἰναλίοιο κόραν, τὰν Διὸς ἐννεσίῃ Πήλεϊ γημαμέναν, τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην: ἣ τὸν δουριμανῆ τόνδ̓ Ἄρεα πτολέμων, Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων, δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον, τῷ ὑπὸ Πύρρα τέκεν παῖδα Νεοπτόλεμον, περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν. ἱλήκοις ἥρως ἄμμι Νεοπτόλεμε ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε, δέχνυσο δ̓ εὐμενέων τάνδε θυηπολίην, πᾶν δ̓ ἀπέρυκε δέος ἁμετέρας πόλιος. τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
