# Aethiopica 3.4.1

Heliodorus of Emesa, Aethiopica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/3.4.1

ἦμος δ̓ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς ʽὍμηρος ἂν εἶπεν̓, ἐπεὶ δὲ τοῦ νεὼ τῆς Ἀρτέμιδος ἐξήλασεν ἡ καλὴ καὶ σοφὴ Χαρίκλεια, τότε ὅτι καὶ Θεαγένην ἡττηθῆναί ποτε δυνατὸν ἔγνωμεν, ἀλλ̓ ἡττηθῆναι τοσοῦτον ὅσον ἀκραιφνὲς γυναικεῖον κάλλος τοῦ πρώτου παῤ ἀνδράσιν ἐπαγωγότερον. ἤγετο μὲν γὰρ ἐφ̓ ἁρμαμάξης ὑπὸ συνωρίδος λευκῆς βοῶν ὀχουμένη, χιτῶνα δὲ ἁλουργῆ ποδήρη χρυσαῖς ἀκτῖσι κατάπαστον ἠμφίεστο. ζώνην δὲ ἐπεβέβλητο τοῖς στέρνοις ἣν ὁ τεχνησάμενος εἰς ἐκείνην τὸ πᾶν τῆς ἑαυτοῦ τέχνης κατέκλεισεν, οὔτε πρότερόν τι τοιοῦτον χαλκευσάμενος οὔτε αὖθις δυνησόμενος. δυοῖν γὰρ δρακόντοιν τὰ μὲν οὐραῖα κατὰ τῶν μεταφρένων ἐδέσμευε, τοὺς δὲ αὐχένας ὑπὸ τοὺς μαζοὺς παραμείψας καὶ εἰς βρόχον σκολιὸν διαπλέξας, καὶ τὰς κεφαλὰς διολισθῆσαι τοῦ βρόχου συγχωρήσας, ὡς περίττωμα τοῦ δεσμοῦ κατὰ πλευρὰν ἑκατέραν ἀπῃώρησεν. εἶπες ἂν τοὺς ὄφεις οὐ δοκεῖν ἕρπειν ἀλλ̓ ἕρπειν, οὐχ ὑπὸ βλοσυρῷ καὶ ἀπηνεῖ τῷ βλέμματι φοβερούς, ἀλλ̓ ὑγρῷ κώματι διαρρεομένους, ὥσπερ ὑπὸ τοῦ κατὰ τὰ στέρνα τῆς κόρης ἱμέρου κατευναζομένους. οἳ δὲ ἦσαν τὴν μὲν ὕλην χρυσοῖ τὴν δὲ χροιὰν κυάνεοι: ὁ γὰρ χρυσὸς ὑπὸ τῆς τέχνης ἐμελαίνετο, ἵνα τὸ τραχὺ καὶ μεταβάλλον τῆς φολίδος τῷ ξανθῷ τὸ μέλαν συγκραθὲν ἐπιδείξηται. τοιαύτη μὲν ἡ ζώνη τῆς κόρης, ἡ κόμη δὲ οὔτε πάντῃ διάπλοκος οὔτε ἀσύνδετος, ἀλλ̓ ἡ μὲν πολλὴ καὶ ὑπαυχένιος ὤμοις τε καὶ νώτοις ἐπεκύμαινε, τὴν δὲ ἀπὸ κορυφῆς καὶ ἀπὸ μετώπου δάφνης ἁπαλοὶ κλῶνες ἔστεφον, ῥοδοειδῆ τε καὶ ἡλιῶσαν διαδέοντες, καὶ σοβεῖν ταῖς αὔραις ἔξω τοῦ πρέποντος οὐκ ἐφιέντες. ἔφερε δὲ τῇ λαιᾷ μὲν τόξον ἐπίχρυσον, ὑπὲρ ὦμον τὸν δεξιὸν τῆς φαρέτρας ἀπηρτημένης, θατέρᾳ δὲ λαμπάδιον ἡμμένον: καὶ οὕτως ἔχουσα πλέον ἀπὸ τῶν ὀφθαλμῶν σέλας ἢ τῶν δᾴδων ἀπηύγαζεν. οὗτοι ἐκεῖνοι, Χαρίκλεια καὶ Θεαγένης, ἀνεβόησεν ὁ Κνήμων. καὶ ποῦ γῆς οὗτοι; δείκνυε, πρὸς θεῶν ἱκετεύω, ὁ Καλάσιρις, ὁρᾶσθαι αὐτοὺς τῷ Κνήμωνι προσδοκήσας. ὃ δέ, ὦ πάτερ, θεωρεῖν αὐτοὺς καὶ ἀπόντας ᾠήθην: οὕτως ἐναργῶς τε καὶ οἵους οἶδα ἰδὼν ἡ παρὰ σοῦ διήγησις ὑπέδειξεν. οὐκ οἶδα, εἶπεν, εἰ τοιούτους εἶδες οἵους αὐτοὺς κατ̓ ἐκείνην τὴν ἡμέραν ἡ Ἑλλάς τε καὶ ὁ ἥλιος ἐθεάσατο, οὕτω μὲν περιβλέπτους οὕτω δὲ εὐδαιμονιζομένους, καὶ τὴν μὲν ἀνδράσι τὸν δὲ γυναιξὶν εὐχὴν γινομένους: τὴν γὰρ πρὸς θάτερον αὐτῶν συζυγίαν ἴσα καὶ ἀθανασίαν ἦγον. πλὴν ὅσον τὸν μὲν νεανίαν οἱ ἐγχώριοι τὴν κόρην δὲ οἱ Θετταλοὶ πλέον ἐθαύμαζον, ὃ πρῶτον ἔβλεπον ἑκάτεροι, μᾶλλον ἀγάμενοι: ξένη γὰρ ὄψις τῆς συνῄθους ἑτοιμότερον εἰς ἔκπληξιν. ἀλλ̓ ὢ τῆς ἡδείας ἀπάτης, ὢ τῆς γλυκείας οἰήσεως: ὅπως με ἀνεπτέρωσας, ὁρᾶν τοὺς φιλτάτους καὶ δεικνύναι προσδοκηθεὶς ὦ Κνήμων. σὺ δέ με καὶ παντάπασιν ἔοικας ἐξαπατᾶν: ἥξειν γὰρ αὐτοὺς ὅσον οὐδέπω καὶ φανήσεσθαι παρὰ τὴν ἀρχὴν τοῦ λόγου διεγγυώμενος, κἀπὶ τούτοις καὶ μισθὸν τὴν κατ̓ αὐτοὺς ὑφήγησιν αἰτήσας, ἑσπέρας οὔσης ἤδη καὶ νυκτὸς οὐδαμοῦ δεικνύναι παρόντας ἔχεις. καὶ ὅς, θάρσει, ἔφη, καὶ θυμὸν ἔχε ἀγαθὸν ὡς ἐκείνων ἀληθῶς ἡξόντων. νῦν δὲ ἴσως τι κώλυμα γέγονε, καὶ βράδιον ἢ κατὰ τὰ συγκείμενα ἀφικνοῦνται. καὶ ἄλλως οὐδ̓ ἂν παρόντας ἔδειξα μὴ τὸ πᾶν τοῦ μισθοῦ κομισάμενος, ὥστε εἰ σπεύδεις τὴν θέαν, πλήρου τὴν ἐπαγγελίαν καὶ εἰς τέλος ἄγε τὴν διήγησιν. ἐγὼ μέν, εἶπεν, ἄλλως τε ὀκνῶ τὸ πρᾶγμα πρὸς ὑπόμνησιν με τῶν λυπούντων ἄγον, καί σε ἀποκναίειν ᾠήθην ἀδολεσχίᾳ τοσαύτῃ προσκορῆ γεγενημένον: ἐπεὶ δὲ φιλήκοός τις εἶναί μοι φαίνῃ καὶ καλῶν ἀκουσμάτων ἀκόρεστος, φέρε ὅθεν ἐξέβην τὸν λόγον εἰσβάλωμεν, ἁψάμενοί τε λύχνον πρότερον, καὶ τὰ κοιταῖα τοῖς νυχίοις θεοῖς ἐπισπείσαντες, ὡς ἂν τῶν εἰωθότων τετελεσμένων ἐννυκτερεύειν ἡμῖν ἐπ’ ἀδείας τοῖς διηγήμασιν ἐγγίνοιτο.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
