Ancient Greek
Book 3
Heliodorus of Emesa, Aethiopica 3.5
Not analysed yet
ταῦτα εἶπε, καὶ λύχνος τε ἡμμένος εἰσεφέρετο θεραπαινίδι τοῦτο τοῦ πρεσβύτου προστάξαντος, καὶ τὴν σπονδὴν ἀπέχεεν, ἄλλους τε τῶν θεῶν καὶ τὸν Ἑρμῆν ἐπὶ πᾶσιν ἐπικαλούμενος. εὐόνειρόν τε ᾔτει τὴν νύκτα, καὶ φανῆναι αὐτῷ τοὺς φιλτάτους κατὰ γοῦν τὸν ὕπνον ἱκέτευε. καὶ τούτων τετελεσμένων, ἐπειδὴ τοίνυν, ἔφη, ὦ Κνήμων, τὸ μνῆμα τοῦ Νεοπτολέμου περιεστοιχίσατο ἡ πομπὴ καὶ τρίτον οἱ ἔφηβοι τὴν ἵππον περιήλασαν, ὠλόλυξαν μὲν αἱ γυναῖκες ἠλάλαξαν δὲ οἱ ἄνδρες. τότε ὥσπερ ὑφ̓ ἑνὶ συνθήματι βόες ἄρνες αἶγες ἱερεύοντο, καθάπερ μιᾷ χειρὶ πᾶσι τῆς σφαγῆς ἐπενεχθείσης. βωμόν τε παμμεγέθη σχίζαις μυρίαις φορτώσαντες, καὶ τὰ νενομισμένα τῶν ἱερείων ἄκρα πάντα ἐπιθέντες, κατάρχειν τῆς σπονδῆς τὸν ἱερέα τοῦ Πυθίου καὶ τὸν βωμὸν ἀνάπτειν ἠξίουν. ὁ δὲ Χαρικλῆς τὴν μὲν σπονδὴν αὑτῷ προσήκειν ἔλεγε, τὸν βωμὸν δὲ ὁ τῆς θεωρίας ἄρχων ἁπτέτω, παρὰ τῆς ζακόρου τὴν δᾷδα κομισάμενος: τοῦτο γὰρ ἔθος ὁ πάτριος γινώσκει νόμος. ταῦτα εἶπε, καὶ ὃ μὲν ἔσπενδε, τὸ πῦρ δὲ Θεαγένης ἐλάμβανεν, ὅτε, ὦ φίλε Κνήμων, καὶ ὅτι θεῖον ἡ ψυχὴ καὶ συγγενὲς ἄνωθεν τοῖς ἔργοις ἐπιστούμεθα. ὁμοῦ τε γὰρ ἀλλήλους ἑώρων οἱ νέοι καὶ ἤρων, ὥσπερ τῆς ψυχῆς ἐκ πρώτης ἐντεύξεως τὸ ὅμοιον ἐπιγνούσης καὶ πρὸς τὸ κατ̓ ἀξίαν οἰκεῖον προσδραμούσης. πρῶτον μὲν γὰρ ἀθρόον τι καὶ ἐπτοημένον ἔστησαν, καὶ τὴν δᾷδα ὁλκότερον ἣ μὲν ἐνεχείριζεν ὃ δὲ ὑπεδέχετο, καὶ τοὺς ὀφθαλμοὺς ἀτενεῖς ἐπὶ πολὺ κατ̓ ἀλλήλων πήξαντες, ὥσπερ εἴ που γνωρίζοντες ἢ ἰδόντες πρότερον, ταῖς μνήμαις ἀναπεμπάζοντες, εἶτα ἐμειδίασαν βραχύ τι καὶ κλεπτόμενον καὶ μόνῃ τῇ διαχύσει τοῦ βλέμματος ἐλεγχόμενον. ἔπειτα ὥσπερ καταιδεσθέντες τὸ γεγονὸς ἐπυρρίασαν, καὶ αὖθις, τοῦ πάθους, οἶμαι, καὶ τὴν καρδίαν ἐπιδραμόντος, ὠχρίασαν. καὶ ἁπλῶς μυρίον εἶδος ἐν ὀλίγῳ τῷ χρόνῳ τὰς ὄψεις ἀμφοῖν ἐπεπλανήθη, καὶ μεταβολὴ παντοία χροιᾶς τε καὶ βλέμματος, τῆς ψυχῆς τὸν σάλον κατηγοροῦσα. ταῦτα δὲ τοὺς μὲν πολλούς, ὡς εἰκός, ἐλάνθανεν, ἄλλον πρὸς ἄλλην χρείαν τε καὶ διάνοιαν ὄντας, ἐλάνθανε δὲ καὶ τὸν Χαρικλέα, τὴν πάτριον εὐχὴν καὶ ἐπίκλησιν καταγγέλλοντα. ἐγὼ δὲ πρὸς μίαν τὴν παρατήρησιν τῶν νέων ἠσχολούμην, ἐξ ἐκείνου ὦ Κνήμων ἐξ οὗπερ ὁ χρησμὸς ἐπὶ Θεαγένει θυομένῳ κατὰ τὸν νεὼν ᾔδετο, πρὸς ὑπόνοιαν τῶν ἐσομένων ἀπὸ τῶν ὀνομάτων κεκινημένος. ἄλλο δὲ ἀκριβῶς οὐδὲν ἔτι τῶν ἑξῆς χρησθέντων συνέβαλον.