# Aethiopica 3.6

Heliodorus of Emesa, Aethiopica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/3.6

ἐπεὶ δὲ ὀψέ ποτε καὶ ὥσπερ βιαίως τῆς κόρης ἀποσπώμενος ὁ Θεαγένης ὑπέθηκέ τε τὸ λαμπάδιον καὶ τὸν βωμὸν ἀνῆψε, λέλυτο μὲν ἡ πομπή, πρὸς εὐωχίαν τῶν Θετταλῶν τραπέντων, ὁ δὲ ἄλλος δῆμος ἐπ’ οἶκον τὸν ἴδιον ἕκαστος ἀνεχώρησεν. ἡ Χαρίκλεια δὲ ἐφεστρίδα λευκὴν ἐπιβαλομένη σὺν ὀλίγοις τοῖς συνήθεσιν ἐπὶ τὴν ἐν τῷ περιβόλῳ τοῦ νεὼ καταγωγὴν ὥρμησεν: οὐδὲ γὰρ ᾤκει σὺν τῷ νομιζομένῳ πατρί, τῆς ἁγιστείας ἕνεκα παντοίως ἑαυτὴν χωρίζουσα. περιεργότερος τοίνυν ἐξ ὧν ἠκηκόειν τε καὶ ἑωράκειν γεγονώς, ἐντυγχάνω τῷ Χαρικλεῖ τοῦτο σπουδάσας. καὶ ὅς, εἶδες, ἠρώτα, τὸ ἀγλάισμα τὸ ἐμόν τε καὶ Δελφῶν Χαρίκλειαν; οὐ νῦν πρῶτον, ἔφην, ἀλλὰ καὶ πρότερον πολλάκις, ὁσάκις δή μοι κατὰ τὸν νεὼν ἐνέτυχεν, οὐχ ὡς ἄν τις ἐκ παρόδου, τοῦτο δὴ τὸ λεγόμενον, ἀλλὰ καὶ συνέθυσεν οὐκ ὀλιγάκις, καὶ περὶ θείων τε καὶ ἀνθρωπίνων εἴ τί ποτε διαπορήσειεν, ἠρώτησέ τε καὶ ἔμαθε. τί οὖν δή σοι τὰ νῦν ἔδοξεν ὦ ʼγαθέ; ἆρά τινα τῇ πομπῇ κόσμον ἤνεγκεν; εὐφήμησον, εἶπον, ὦ Χαρίκλεις, ὥσπερ εἰ καὶ τὴν σελήνην εἰ διαπρέπει τῶν ἄλλων ἠρώτας ἀστέρων. καὶ μὴν ἐπῄνουν τινές, εἶπε, καὶ τὸν Θετταλὸν νεανίσκον. τὰ δεύτερα, ἦν δ̓ ἐγώ, καὶ τρίτα νέμοντες, τήν τε κορωνίδα τῆς πομπῆς καὶ ὀφθαλμὸν ἀληθῶς τὴν σὴν θυγατέρα γνωρίζοντες. ἥδετο τούτοις ὁ Χαρικλῆς, καί μοι ὁ σκοπὸς ἐκ τῶν ἀληθῶν ἠνύετο, θαρσεῖν μοι τὸν ἄνδρα βουλομένῳ παντοίως. καὶ μειδιάσας, πορεύομαι νῦν ἐπ’ αὐτήν, ἔλεγεν: εἰ δέ σοι φίλον, συμπροθυμήθητι, καὶ μή τι πρὸς τῆς ὀχλικῆς ἀηδίας ἐπιτέτριπται συνεπίσκεψαι. χαίρων μὲν ἐπένευον, ἐνεδεικνύμην δὲ ὡς ἀσχολίας ἄλλης προυργιαίτερον τίθεμαι τὸ κατ̓ αὐτόν.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
