Ancient Greek
Book 5
Heliodorus of Emesa, Aethiopica 5.11
Not analysed yet
ταῦτα ὡς ἤκουσαν, ὑπόνοιαν εὐθὺς τῶν ἀληθῶν ἐλάμβανον, ἱκέτευόν τε προστάττειν ὡς ὅτι τάχιστα παρεῖναι τὴν κόρην: τὸ γὰρ ἄφραστον κάλλος Χαρικλείας ἐγνώριζον. ὡς δὲ ἤχθη, καὶ τὰ πρῶτα κάτω νεύουσα καὶ τὸ πρόσωπον εἰς ὀφρὺν σκέπουσα τοῦ Ναυσικλέους θαρσεῖν παρακελευομένου μικρὸν ἀνένευσεν, εἶδέ τε καὶ ὤφθη παῤ ἐλπίδας, ὀδυρμὸς ἅπασιν ἀθρόον ἀνεκινήθη, καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος ἢ πληγῆς τῆς αὐτῆς ἀνωλόλυξαν. ἦν τε ἀκούειν ἐπὶ πλεῖστον ὦ πάτερ καὶ ὦ θύγατερ, καὶ ἀληθῶς Χαρίκλεια καὶ οὐχ ἡ Θίσβη τοῦ Κνήμωνος. ὁ δὲ Ναυσικλῆς ἐνεὸς ἐγεγόνει, τόν τε Καλάσιριν, ἐφ̓ ὅσον περιβαλὼν τὴν Χαρίκλειαν ἐδάκρυεν, ἀφορῶν, καὶ τίς ὁ καθάπερ ἐπὶ σκηνῆς ἀναγνωρισμὸς ἀγνοῶν καὶ διαπορῶν, ἕως αὐτὸν ὁ Καλάσιρις ἐφ̓ ὅσον πλεῖστον ἅμα φιλήμασι κατασπασάμενος, ὦ βέλτιστε ἀνδρῶν, ἔλεγε, σοὶ δὲ ἀντὶ τούτων οἱ θεοὶ τοσαῦτα δοῖεν ὅσα κατὰ γνώμην ὄντα τὴν σὴν εἰς κόρον τελεσθῆναι. σωτήρ μοι τῆς οὐδαμόθεν ἐλπισθείσης ἔτι θυγατρὸς γέγονας, καὶ δέδωκας ἰδεῖν τὴν ἐμοὶ πάντων ἡδίστην θέαν. ἀλλ̓ ὦ θύγατερ, ὦ Χαρίκλεια, Θεαγένην δὲ ποῦ κατέλιπες; ἀνωλόλυξε πρὸς τὴν ἐρώτησιν, καὶ διαλιποῦσα μικρόν, αἰχμάλωτον, εἶπεν, ἄγει λαβών, ὅστις ποτέ ἐστιν, ὁ κἀμὲ τούτῳ παραδεδωκώς. ἱκέτευεν οὖν ὁ Καλάσιρις τὸν Ναυσικλέα μηνύειν ἅ γινώσκει περὶ τοῦ Θεαγένους, καὶ τίς μὲν ὁ νῦν δεσπόζων, ὅποι δ̓ ἄγει λαβών. ἔλεγε πάντα ὁ Ναυσικλῆς, συνεὶς ἐκείνους εἶναι τούτους περὶ ὧν διείλεκτο πολλάκις πρὸς αὐτὸν ὁ πρεσβύτης, καὶ ὧν κατὰ ζήτησιν ἀλώμενον ἐν θρήνοις ἐγίνωσκε. προσετίθει δὲ μηδὲν αὐτοῖς εἶναι πλέον τῆς γνώσεως, ἀνθρώποις ἀπορουμένοις, τοῦ Μιτράνου θαυμαστὸν εἰ καὶ ἐπὶ πολλοῖς ἂν αἱρησομένου χρήμασιν ἀφεῖναι τὸν νεανίσκον. ἔστιν ἡμῖν, ἔφη, χρήματα, λάθρᾳ πρὸς τὸν Καλάσιριν ἡ Χαρίκλεια, καὶ ἐπάγγειλαι πλῆθος ὁπόσον βούλει. τὸν ὅρμον ὃν οἶσθα, διασώζω καὶ ἔχω φέρουσα.