# Aethiopica 5.16

Heliodorus of Emesa, Aethiopica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/5.16

τοῦ πότου δὲ λαμπρῶς ἤδη βράζοντος, καὶ ἄλλου πρὸς ἄλλο τι τῶν τερπόντων ἀποκλίναντος, ὕδατος ἀπαραχύτου φιάλην προτείνας ὁ Ναυσικλῆς, ὦγαθὲ Καλάσιρι, ἔφη, καθαράς σοι τὰς νύμφας, ὡς σοὶ φίλον, καὶ ἀκοινωνήτους τοῦ Διονύσου καὶ ἀληθῶς ἔτι νύμφας προπίνομεν: σὺ δὲ εἰ λόγους ἡμῖν οὓς ποθοῦμεν ἀντιπροπίνοις, ἀπὸ καλλίστων ἂν κρατήρων εὐωχοίης. τὰς μὲν γὰρ γυναῖκας ἀκούεις ὡς διατριβὴν τῷ πότῳ χορείαν ἐστήσαντο: ἡμῖν δὲ ἡ σὴ πλάνη κάλλιστα ἄν, εἰ βουληθείης, τὴν εὐωχίαν παραπέμποι, χοροῦ τε γινομένη καὶ αὐλοῦ παντὸς ἡδίων: ἣν πολλάκις μοι διελθεῖν, ὡς οἶσθα, ὑπερθέμενος, ἐπειδή σε τὰ συμβεβηκότα ἐβάπτιζεν, οὐκ ἔστιν ὅπως ἂν ἐς καιρὸν βελτίονα τοῦ παρόντος φυλάξειας, ὅτε σου τῶν παίδων ἡ μὲν θυγάτηρ ἥδε σώζεται καὶ ὁρᾶται, ὁ παῖς δὲ ὅσον οὐδέπω σὺν θεοῖς ὀφθήσεται, καὶ μάλιστα εἴ με μὴ ἀνιάσεις, ὑπερθέμενος καὶ πάλιν τὴν διήγησιν. ἀλλά σοι πλεῖστα ἀγαθὰ γένοιτο, ὦ Ναυσίκλεις, ὑπολαβὼν ἔφη ὁ Κνήμων, ὃς ἅπαν μουσικῆς ὄργανον εἰς τὸ συμπόσιον παρακεκληκώς, ἐκείνων μὲν τὸ παρὸν ὑπερορᾷς καὶ τοῖς δημωδεστέροις ἐκχωρεῖς, πραγμάτων δὲ μυστικῶν ὡς ἀληθῶς καὶ ἡδονῇ θείᾳ τῷ ὄντι συγκράτων φιληκόως ἔχεις. καί μοι δοκεῖς καὶ τοῦ δαιμονίου κάλλιστα συνιέναι, τὸν Ἑρμῆν τῷ Διονύσῳ συγκαθιδρύων καὶ λόγων ἥδυσμα τῷ πότῳ συναναχέων. ὡς ἐγώ σου καὶ τὴν ἄλλην μὲν τῆς θυσίας πολυτέλειαν ἔχω θαυμάσας, οὐκ ἔστι δὲ ὅπως μᾶλλον ἄν τις τὸν Ἑρμῆν ἱλάσαιτο ἢ τὸ οἰκειότατον ἐκείνῳ λόγους εἰς εὐωχίαν ἐρανιζόμενος. ἐπείθετο ὁ Καλάσιρις, ἅμα μὲν τῷ Κνήμωνι χαριζόμενος, ἅμα δὲ τὸν Ναυσικλέα τῶν μετὰ ταῦτα ἕνεκεν ὑποποιούμενος, καὶ ἅπαντα ἔλεγε, τὰ μὲν πρῶτα καὶ ἤδη λεχθέντα πρὸς Κνήμωνα ἐπιτεμνόμενος καὶ ὡσπερεὶ κεφαλαιούμενος, καί τινα καὶ ἑκὼν ὑπερβαίνων, ὅσα τὸν Ναυσικλέα γινώσκειν οὐ συμφέρειν ἐδοκίμαζε, τὰ δ̓ ἔτι ἀδιήγητα καὶ ἐχόμενα τῶν εἰρημένων ἔνθεν ἑλών,

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
