Ancient Greek · ~11 min
Book 5
Heliodorus of Emesa, Aethiopica 5.20
Not analysed yet
γενόμενος. ὁρῶν δὴ τὸν Φοίνικα μὴ ἀνιέντα ἀλλ̓ εἰς ὑπερβολήν τε πρὸς τὸ βούλημα θερμαινόμενον καὶ ἡμέραν οὐδεμίαν τοῦ διοχλεῖν μοι περὶ τῶν αὐτῶν ἀπολειπόμενον, ἔγνων τὸ παρὸν ὑπερθέσθαι χρησταῖς ἐπαγγελίαις, μὴ καὶ βίαιόν τι κατὰ τὴν νῆσον ὑποσταίημεν, καὶ ἅπαντα ποιήσειν ἐλθὼν εἰς τὴν Αἴγυπτον ἐπηγγελλόμην. οὕτω δέ μου τοῦτον ἐπ’ ὀλίγον ἀποσκευασαμένου, κῦμα, φησίν, ἐπὶ κῦμα προσέβαλλεν ὁ δαίμων. ὁ γὰρ Τυρρηνὸς οὐ πολλαῖς ὕστερον ἡμέραις εἴς τινά με παρηγκωνισμένην ἀκτὴν παραλαβών, ὦ Καλάσιρι, ἔφη, τὸν Ποσειδῶ σοι τὸν πελάγιον ἐπόμνυμι καὶ τοὺς ἄλλους ἐναλίους θεούς, ἦ μὴν αὐτόν τέ σε ὡς ἀδελφὸν παῖδάς τε τοὺς σοὺς ἴσα καὶ παισὶν ὁρᾶν τοῖς ἐμοῖς. ἥκω δήσοι φράσων ἐγειρόμενόν τι πρᾶγμα ἀνιαρὸν μέν, ἀλλ̓ ἐμοί τε σιωπῆσαι ἀθέμιτον ἑστίας ὑμῖν τῆς αὐτῆς κεκοινωνηκότι, σοί τε γνῶναι πάντως ἀναγκαῖον. ναυλοχεῖ τὴν ὁλκάδα τὴν Φοίνισσαν πειρατικὸν ἐργαστήριον, κατὰ τὴν περιπτύσσουσαν τῆσδε τῆς ἄκρας πλευρὰν ὑποκαθήμενον, σκοποῖς ἀμοιβαδὸν τὸν ἔκπλουν τῆς νεὼς ἐπιτηρούμενον. ὅρα δὴ οὖν, φυλάττου, καὶ λογίζου τί ἂν ποιοίης: σοῦ γὰρ δὴ ἕνεκεν, μᾶλλον δὲ θυγατρὸς τῆς σῆς, τὸ οὕτως ἀπηνὲς ἔργον, ἐκείνοις δὲ σύνηθες, διανοοῦνται. κἀγὼ πρὸς αὐτόν, σὲ μέν, ἔφην, ἀντὶ τούτων οἱ θεοὶ κατ̓ ἀξίαν: ἀμείψαιντο: πόθεν δὲ ὦ Τυρρηνὲ συνείληφας τὴν ἐπιβουλήν; καὶ ὅς, ἀπὸ τῆς τέχνης, ἔφη, τοῖς ἀνδράσι γνωρίζομαι, καὶ ὄψον αὐτοῖς προσκομίζων πλέον ἢ παρὰ τῶν ἄλλων τὸ τίμημα κομίζομαι. τῇ προτεραίᾳ δὴ κύρτους ἀναλεγομένῳ μοι περὶ τοὺς κρημνοὺς ἐντυχὼν ὁ λῄσταρχος, πότε ἄρα οἱ Φοίνικες ἐξορμήσειν μέλλουσιν, εἴ γε πέπυσαι, διηρώτα. κἀγὼ συνιεὶς τὴν ἐνέδραν τοῦ ἐρωτήματος, τὸ μὲν ἀκριβές, ἔφην, ὦ Τραχῖνε, οὐκ ἔχω λέγειν, εἰς ἔαρ δὲ πρῶτον ἡγοῦμαι αὐτοὺς ἀφορμήσειν. ἆῤ οὖν, ἔφη, καὶ ἡ κόρη αὐτοῖς ἡ παρὰ σοὶ καταγομένη συμπλεύσεται; ἄδηλον μέν, εἶπον: ἀλλὰ τί πολυπραγμονεῖς; ὅτι αὐτῆς, ἔφη, ἐρῶ μανικῶς, ἅπαξ θεασάμενος: οὐ γὰρ οἶδα προστυχὼν τοιούτῳ κάλλει, πολλὰς καὶ ταῦτα καὶ οὐκ ἐξώρους αἰχμαλώτους ᾑρηκώς. ὑπαγόμενος οὖν αὐτὸν ὥστε πᾶν ἀναπτύξαι τὸ βούλευμα, τί οὖν, ἔφην, δεῖ σε συμπλέκεσθαι τοῖς Φοίνιξιν, ἀλλὰ μὴ ἀναιμωτὶ καὶ πρὸ τῆς θαλάσσης ἔχειν, ἐκ τῆς οἰκίας ἁρπάσαντα τῆς ἐμῆς; σώζεται καὶ παρὰ λῃσταῖς, ἔφη, τὶ συνειδὸς καὶ πρὸς τοὺς γνωρίμους φιλάνθρωπον. σοῦ τε οὖν φείδομαι, μὴ πραγμάτων πειραθείης τοὺς ξένους ἐπιζητούμενος: ἐγώ τε δἰ ἑνὸς ἔργου δύο τὰ μέγιστα βούλομαι κτήσασθαι, τόν τε πλοῦτον τῆς νεὼς καὶ τὸν γάμον τῆς κόρης, ὧν θατέρου πάντως ἔστιν ἀποτυχεῖν κατὰ γῆν ἐγχειροῦντα τὴν πρᾶξιν. καὶ ἄλλως οὐδὲ ἀκίνδυνον εἴ τι τούτων γένοιτο πλησίον τῆς πόλεως, ἐκ τοῦ παραχρῆμα τῆς τε αἰσθήσεως καὶ τῆς ἐπιδιώξεως ἐσομένης. πολλὰ δὴ τῆς συνέσεως αὐτὸν ἐπαινέσας, ἐκείνου μὲν ἀπηλλαττόμην, σοὶ δὲ καταμηνύων τὴν σκευωρουμένην πρὸς τῶν ἀλαστόρων ἐπιβουλήν, ἱκετεύω φροντίδα ποιεῖσθαι τοῦ σαυτόν τε καὶ τοὺς σεαυτοῦ διασώζειν.