# Aethiopica 5.21

Heliodorus of Emesa, Aethiopica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/5.21

ἀπῄειν κατηφὴς τούτων ἀκούσας, καὶ παντοίας ἔστρεφον παῤ ἐμαυτῷ βουλάς, ἕως ἐκ ταὐτομάτου μοι πάλιν ἐντυχὼν ὁ ἔμπορος καὶ περὶ τῶν αὐτῶν διαλεγόμενος σκέμματός τινος ἐνδόσιμον παρεῖχεν. ἀποκρύπτων γὰρ τῶν παρὰ τοῦ Τυρρηνοῦ μηνυθέντων ἅπερ ἐβουλόμην, ἐκεῖνο μόνον τὸ μέρος ἐξέφαινον, ὡς ἁρπάσαι τις τῶν ἐγχωρίων διανοεῖται τὴν κόρην, πρὸς ὃν οὐκ ἔστιν ἀξιόμαχος ἀντιτάξασθαι. ἐγὼ δὲ σοὶ μᾶλλον ἄν, ἔφην, ἑλοίμην αὐτὴν κατεγγυῆσαι διά τε τὴν προϋπάρχουσαν γνῶσιν διά τε τὴν περιουσίαν, καὶ πρὸ πάντων ὅτι τὴν ἡμετέραν οἰκεῖν, εἰ τοῦ γάμου τύχοις, ἔφθης ἐπαγγελλόμενος: ὥστε εἴ σοι πάντως φίλον, σπουδαστέον ἡμῖν τὸν ἐνθένδε ἀπόπλουν, πρίν τι καὶ πρὸς τὸ ἀκούσιον προληφθῆναι παθόντας. ὑπερήσθη τούτων ἀκούσας, καὶ εὖ γε ὦ πάτερ ἔφη, καὶ ἅμα ἐφίλει προσιὼν τὴν κεφαλήν. ἐπυνθάνετό τε πότε ἀνάγεσθαι κελεύοιμι: καὶ γὰρ εἰ μηδέπω τῆς ὥρας εἶναι τὰ πλόιμα, ἀλλ̓ ὑπάρχειν μεταστησαμένους εἰς ἕτερον ὅρμον ἐπιβουλῆς τε ἐκτὸς γενέσθαι τῆς ὑπονοουμένης καὶ τὸ ἀκριβὲς τοῦ ἔαρος περιμεῖναι. οὐκοῦν, ἔφην, εἰ δὴ μέλλει τὸ ἐμὸν ἰσχύειν πρόσταγμα, τῆς ἐρχομένης ἂν βουλοίμην ἀποπλεῦσαι νυκτός. καὶ ὃ μέν οὕτω γενήσεται εἰπὼν ἀπεχώρει, ἐγὼ δὲ οἴκαδε ἐλθὼν πρὸς μὲν τὸν Τυρρηνὸν οὐδὲ ἕν, πρὸς δὲ τοὺς παῖδας ἔφραζον ὡς μεθ̓ ἑσπέραν βαθεῖαν αὖθις ἐπιβαίνειν δεήσει τῆς ὁλκάδος. τῶν δὲ τὸ αἰφνίδιον θαυμαζόντων καὶ τὴν αἰτίαν πυνθανομένων, ὑπερεθέμην εἰσαῦθις ἐρεῖν, νῦν δὲ οὕτω πραχθῆναι συμφέρειν ἔλεγον.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
