Ancient Greek · ~7 min
Book 5
Heliodorus of Emesa, Aethiopica 5.22
Not analysed yet
ἐπεὶ δὲ δείπνου πρὸς ὀλίγον μεταλαβόντες εἰς ὕπνον ἐτράπημεν, ὄναρ μοί τις πρεσβύτης ἐφαίνετο, τὰ μὲν ἄλλα κατεσκληκώς, ἐπιγουνίδα δὲ λείψανον τῆς ἐφ̓ ἡλικίας ἰσχύος ἀνεσταλμένου τοῦ ζώματος ὑποφαίνων, κυνῆν μὲν τῆς κεφαλῆς ἐπικείμενος, ἀγχίνουν δὲ ἅμα καὶ πολύτροπον περισκοπούμενος, καὶ οἷον ἐκ πληγῆς τινὸς μηρὸν σκάζοντα παρέλκων. πλησιάσας δή μοι καὶ σεσηρός τι μειδιάσας, ὦ θαυμάσιε, ἔφη, σὺ δὴ μόνος ἐν οὐδενὸς λόγου μέρει τέθεισαι τὰ καθ̓ ἡμᾶς, ἀλλὰ πάντων ὅσοι δὴ τὴν Κεφαλλήνων παρέπλευσαν, οἶκόν τε τὸν ἡμέτερον ἐπισκεψαμένων καὶ δόξαν γνῶναι τὴν ἡμετέραν ἐν σπουδῇ θεμένων, αὐτὸς οὕτως ὀλιγώρως ἔσχηκας ὡς μηδὲ τοῦτο δὴ τὸ κοινὸν προσειπεῖν, ἐκ γειτόνων καὶ ταῦτα οἰκοῦντα. τοιγάρ τοι τούτων ὑφέξεις οὐκ εἰς μακρὰν τὴν δίκην καὶ τῶν ὁμοίων ἐμοὶ παθῶν αἰσθήσῃ, θαλάττῃ τε ἅμα καὶ γῇ πολεμίοις ἐντυγχάνων. τὴν κόρην δὲ ἣν ἄγεις, παρὰ τῆς ἐμῆς γαμετῆς πρόσειπε: χαίρειν γὰρ αὐτῇ φησί, διότι πάντων ἐπίπροσθεν ἄγει τὴν σωφροσύνην, καὶ τέλος αὐτῇ δεξιὸν εὐαγγελίζεται. ἀνηλάμην ὑπὸ τῆς ὄψεως παλλόμενος. καὶ τοῦ Θεαγένους ὅ τι πέπονθα ἐρομένου, τάχα, ἔφην, ὠψίσθημεν τῆς ἀναγωγῆς, καὶ τεθορύβημαι ἀφυπνίσας πρὸς τὴν ἔννοιαν. ἀλλ̓ αὐτός τε ἀνίστω καὶ τὰ ὄντα συσκευάζου, τὴν Χαρίκλειάν τε ἐγὼ μετελεύσομαι. παρῆν ἡ παῖς ἐμοῦ τοῦτο σημήναντος. καὶ ὁ Τυρρηνὸς αἰσθόμενος διανέστη καὶ τὸ γινόμενον ἐπυνθάνετο. κἀγώ, τὸ μὲν γινόμενόν ἐστιν, ἔλεγον, ἡ σὴ συμβουλή: διαδρᾶναι πειρώμεθα τοὺς ἐπιβουλεύοντας. σὺ δὲ αὐτός τε σώζοιο πρὸς τῶν θεῶν, ἀνδρῶν βέλτιστος περὶ ἡμᾶς γεγενημένος, καὶ τήνδε δίδου τελευταίαν χάριν: θῦε διαπλεύσας εἰς Ἰθάκην ὑπὲρ ἡμῶν Ὀδυσσεῖ, καὶ αἴτει τῆς μήνιδος ἀνεῖναι τῆς καθ̓ ἡμῶν, ἣν ἀγανακτεῖν, ὡς παρεωραμένος, τῆσδέ μοι τῆς νυκτὸς ἐπιφανεὶς ἐξηγόρευσεν. ἐπηγγέλλετο ποιήσειν οὕτω, καὶ ἄχρι τῆς νεὼς παρέπεμπεν, ἐπιδακρύων τε πλεῖστα, καὶ τὸν πλοῦν ἡμῖν ἀπήμονά τε γενέσθαι καὶ κατὰ νοῦν ἐπευχόμενος.