Ancient Greek · ~3 min
Book 5
Heliodorus of Emesa, Aethiopica 5.29
Not analysed yet
ὡς δὲ ἐκεῖνοί τε τάχιστα παρῆσαν, ὅλην προβάτων καὶ συῶν ἀγέλην ἐλαύνοντες, οἵ τε κατὰ χώραν μείναντες ὑποδεξάμενοι πυράν τε ἐξῆπτον καὶ τὰ θύματα δείραντες ηὐτρέπιζον τὴν εὐωχίαν, ὁ Τραχῖνος ἰδίᾳ με καὶ τῶν ἄλλων εἰς ἀνήκοον παραλαβών, ὦ πάτερ, ἔφη, θυγατέρα τὴν σὴν ἐμαυτῷ γαμετὴν ἐμνηστευσάμην, καὶ τοὺς γάμους, ὡς ὁρᾷς, ἑστιᾶν μέλλω τήμερον, ἑορτῶν τὴν ἡδίστην θυσίᾳ τῇ τῶν θεῶν ἐπισυνάπτων. ὅπως οὖν μὴ αὐτός τε ἀνήκοος στυγνότερον συμποσιάζῃς, ἥ τε παῖς διὰ σοῦ μαθοῦσα δέξηται χαίρουσα τὸ ἐσόμενον, ἐδικαίωσα προειπεῖν σοι τὴν ἐμαυτοῦ γνώμην, οὐ βεβαιωθῆναι παρὰ σοῦ ταύτην βουλόμενος ʽἔχω γάρ μοι κατεγγυῶσαν τὸ βούλημα τὴν ἐξουσίαν̓ ἀλλ̓ αἴσιον ἄλλως καὶ εὐπρεπὲς δοκιμάζων εὐπειθεστέραν ηὐτρεπίσθαι τὴν νύμφην, διὰ τοῦ φύντος προμαθοῦσαν τὸν γάμον. ἐπῄνουν τὰ εἰρημένα, καὶ χαίρειν ἐνεδεικνύμην, τοῖς τε θεοῖς χάριν ὁμολογεῖν ἥτις μεγίστη, τοῖς ἄνδρα τὸν δεσποτεύοντα τῆς θυγατρὸς ἀποφήνασιν.