# Aethiopica 5.30

Heliodorus of Emesa, Aethiopica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/5.30

ἀποχωρήσας τε μικρόν, καί τινα τῶν πρακτέων ἔννοιαν ἐπ’ ἐμαυτοῦ φροντίσας, ἐπανελθὼν ἱκέτευον σεμνότερον τελεσθῆναι τὰ δρώμενα, καὶ θάλαμον ἀποφῆναι τῇ κόρῃ τὴν ὁλκάδα, ἐπεισιέναι μηδένα μηδὲ διοχλεῖν κελεύσαντα, ὡς ἂν καὶ κόσμου τοῦ νυμφικοῦ καὶ τῆς ἄλλης τημελείας καὶ εὐπρεπείας ἐπιμεληθῆναι κατὰ καιρὸν ἐγγένοιτο: καὶ γὰρ ἂν εἴη πάντων ἀτοπώτατον τὴν εὐγενείᾳ καὶ πλούτῳ κομῶσαν καὶ τὸ μέγιστον Τραχίνου γαμετὴν ἐσομένην μηδὲ ἀφ̓ ὧν ἔξεστιν ἁβρύνεσθαι, εἰ καὶ τὰ λαμπρότερα τῆς γαμηλίου πομπῆς ὁ καιρὸς ἡμᾶς καὶ ὁ τόπος ἀφῄρηται. διεχεῖτο πρὸς ταῦτα ὁ Τραχῖνος, καὶ χαίρων οὕτω πράξειν ἐπηγγέλλετο. καὶ προσέταξεν αὐτίκα πάντα κομισαμένους ὧν χρῄζοιεν, τοῦ λοιποῦ τῇ νηὶ μὴ πλησιάζειν. καὶ οἳ μὲν τὰ ἐντεταλμένα ἔπραττον: ἐξεφόρουν τραπέζας κρατῆρας τάπητας παραπετάσματα, Σιδωνίων ἔργα χειρῶν καὶ Τυρίων, τἆλλα οἷς δεῖπνον ὑπηρετεῖται πάντα ἀφειδῶς, καὶ ἐπὶ τῶν ὤμων ἀκόσμως ἐξετίθεντο, πλοῦτον ὃν πολλοὶ πόνοι καὶ φειδωλοὶ συνήθροισαν, ἀσώτῳ συμποσίῳ τῆς τύχης ἐνυβρίσαι παραδούσης. ἐγὼ δὲ τὸν Θεαγένην παραλαβὼν καὶ παρὰ τὴν Χαρίκλειαν ἐλθών, εὑρών τε δεδακρυμένην, ὦ θύγατερ ἔφην, εἰωθότα μέν σοι καὶ οὐ ξένα: θρηνεῖς δ̓ οὖν ὅμως ἃ καὶ πρότερον, ἤ τι καινότερον; ἣ δὲ πάντα μὲν ἔφη, πρὸ πάντων δὲ τὰ προσδοκώμενα καὶ τὴν ἐμοὶ Τραχίνου πολεμίαν εὔνοιαν, ἣν εἰκὸς ἐκείνῳ τὸν καιρὸν ἐπιτεῖναι: φιλεῖ γὰρ εὐημερία παράλογος ὕβρεως ἔργα προκαλεῖσθαι. Τραχῖνος μὲν οὖν καὶ ὁ Τραχίνου στυγητὸς ἔρως οἰμώξεται, θανάτου μοι προλήψει περιγραφησόμενος: ἐμὲ δὲ ἥ τε σὴ ἔννοια καὶ ἡ Θεαγένους, εἰ πρὸ τοῦ τέλους χωρισθήσομαι, πρὸς θρήνους κατήγαγε. τὰ ὄντα, ἔφην, εἰκάζεις: ὁ γὰρ Τραχῖνος εἰς γάμον τὸν αὑτοῦ τε καὶ σὸν ἀπὸ τῆς θυσίας μεταποιεῖ τὴν εὐωχίαν, ἐμοί τε ὡς πατρὶ τὴν βουλὴν ἐξηγόρευσεν, εἰδότι μὲν αὐτοῦ καὶ πάλαι τὴν ἐπὶ σοὶ μανιώδη κίνησιν, ἐξ ὧν ὁ Τυρρηνός μοι κατὰ τὴν Ζακυνθίων διείλεκτο, σιωπῶντι δὲ πρὸς ὑμᾶς, ὡς ἂν τοῖς μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνοιτε τὰς γνώμας, ἐνδεχόμενον καὶ διαδρᾶναι τὴν ἐπιβουλήν. ἐπεὶ δὲ ὦ παῖδες πρὸς τοῦτο μὲν ὁ δαίμων ἀντέπραξεν, ἐν αὐτοῖς δὲ τοῖς δεινοῖς ἐμβεβήκαμεν, φέρε τι γενναῖον καὶ ἀπότομον ἐγχειρήσαντες ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρήσωμεν, ἢ τὸ εἶναι γενναίως καὶ ἐλευθέρως κατορθώσαντες, ἢ τὸ τεθνάναι σωφρόνως καὶ ἀνδρείως κερδήσαντες.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
