# Aethiopica 5.32

Heliodorus of Emesa, Aethiopica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/5.32

ἐδειπνοῦμεν ὀλίγον ὕστερον. καὶ ὅτε διαβεβρεγμένους ἤδη καὶ πρὸς τὸ ὑβριστικώτερον παραφερομένους ᾐσθόμην, ἠρέμα πρὸς τὸν Πέλωρον ʽἐκείμην δὲ αὐτοῦ πλησίον ἐπιτηδεύσασ̓ εἶδες, ἔφην, ὅπως ἡ κόρη κεκόσμηται; τοῦ δὲ οὐδαμῶς εἰπόντος, καὶ μὴν ἔξεστιν, εἶπον, ἰδεῖν αὐτήν, εἰ λάθρᾳ παρέλθοις εἰς τὴν ναῦν: οἶσθα γὰρ ὡς καὶ τοῦτο διεκώλυσεν ὁ Τραχῖνος. αὐτὴν τὴν Ἄρτεμιν ὄψει προκαθημένην. ἀλλ̓ ὅπως τὸ παρὸν θεάσῃ σωφρόνως, μὴ σαυτῷ τε κἀκείνῃ θάνατον προξενήσῃς. ὃ δὲ μηδὲν μελλήσας, ὥς τινος τῶν ἀναγκαίων ἐπείγοντος, ἀνίσταται, καὶ λαθὼν εἰστρέχει τε εἰς τὴν ὁλκάδα, καὶ ἰδὼν τὴν Χαρίκλειαν δάφνης τε φέρουσαν ἐπὶ τῆς κεφαλῆς στέφανον καὶ χρυσοϋφεῖ στολῇ καταυγάζουσαν ʽτὴν γὰρ ἐκ Δελφῶν ἱερὰν ἐσθῆτα ἠμφίεστο ὡς ἢ νικητήριον ἢ ἐντάφιον ἐσομένην̓ καὶ τἆλλα περὶ αὐτὴν φαιδρυνόμενα καὶ σχῆμα παστάδος ἀπομιμούμενα, διακαίεται, ὡς εἰκός, τῇ θέᾳ, πόθου τε ὁμοῦ καὶ ζήλου προσπεσόντων. καὶ δῆλος ἦν αὐτόθεν ἐπανήκων ἀπὸ τοῦ βλέμματος ἐμμανές τι διανοούμενος. οὔπω γὰρ σχεδόν τι κατακλινείς, ἐγὼ δέ, ἔφη, τὸ γέρας τὸ προεμβατήριον τίνος ἕνεκεν οὐχὶ κομίζομαι; ὅτι, ἔφη Τραχῖνος, οὐκ ᾔτησας. ἀλλ̓ οὐδὲ νέμησις οὐδέπω προυτέθη τῶν εἰλημμένων. καὶ ὅς, οὐκοῦν αἰτῶ τὴν κόρην τὴν αἰχμάλωτον. τοῦ Τραχίνου δέ παῤ αὐτὴν ὃ βούλει λάμβανε εἰπόντος, ὁ Πέλωρος ὑπολαβών, καταλύεις οὖν τὸν νόμον τὸν λῃστρικόν, ὃς τῷ πρώτῳ ἐπιβάντι νηὸς πολεμίας καὶ τὸν ὑπὲρ πάντων ἀγῶνα προκινδυνεύσαντι τὴν κατὰ βούλησιν ἐκλογὴν ἀπένειμεν. οὐ τοῦτον, εἶπεν ὁ Τραχῖνος, ὦ βέλτιστε, καταλύω, ἀλλ̓ ἑτέρῳ νόμῳ διισχυρίζομαι, τοὺς ὑπηκόους εἴκειν τοῖς ἄρχουσι κελεύοντι. πέπονθα δή τι πρὸς τὴν κόρην, καὶ γαμετὴν ἐμαυτῷ λαμβάνων προτιμηθῆναι δικαιῶ: σὺ δὲ εἰ μὴ τὸ κελευόμενον πράττοις, οὐκ εἰς μακρὰν οἰμώξῃ, τῷδε τῷ κρατῆρι βαλλόμενος. ὁ δὲ Πέλωρος ἀπιδὼν εἰς τοὺς παρόντας, ὁρᾶτε, ἔφη, τἀπίχειρα τῶν πόνων; οὕτω καὶ ὑμῶν ἕκαστος τοῦ γέρως ποτὲ στερηθήσεται καὶ τοῦ τυραννικοῦ τούτου νόμου πειραθήσεται. τί ἦν ἰδεῖν τὸ ἐντεῦθεν, ὦ Ναυσίκλεις; θαλάττῃ προσείκασας ἂν τοὺς ἄνδρας αἰφνιδίῳ σπιλάδι κατασεισθέντας: οὕτως ἄλογός τις ὁρμὴ πρὸς ἄφραστον αὐτοὺς ἤγειρε τάραχον, ἅτε οἴνῳ καὶ θυμῷ κατόχους γεγενημένους.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
