Ancient Greek
Book 5
Heliodorus of Emesa, Aethiopica 5.4
Not analysed yet
καὶ εἰπὼν αὖθις ἐξέθανε. καὶ ὁ Καλάσιρις αὖθις πράγματα εἶχεν, ἐπιρρωννύναι πειρώμενος. ἔπαιζε δὲ ἄρα τι τὸν Κνήμωνα δαιμόνιον, ὃ καὶ τὰ ἄλλα χλεύην ὡς ἐπίπαν τὰ ἀνθρώπεια καὶ παιδιὰν πεποίηται, καὶ οὐδὲ τῶν ἡδίστων ἀλύπως μετέχειν ἐπέτρεπεν, ἀλλ̓ ὅ τι μετ̓ ὀλίγον ἡσθήσεσθαι ἔμελλεν, ἤδη τὸ ἀλγεινὸν ἐπέπλεκε, τάχα μὲν οὕτως ἔθος ὂν αὐτῷ καὶ νῦν ἐπιδεικνύμενον, τάχα δέ που καὶ τῆς ἀνθρώπου φύσεως ἀμιγὲς καὶ καθαρὸν τὸ χαῖρον οὐκ ἐπιδεχομένης. ὡς δὴ καὶ τότε ὁ Κνήμων ἔφευγέ τε τὰ πάντων μᾶλλον αἱρετά, καὶ φοβερὰ τὰ ἥδιστα ὑπελάμβανεν. ἦν γὰρ οὐ Θίσβη τὸ θρηνοῦν γύναιον, ἀλλὰ Χαρίκλεια. ἐγεγόνει δὲ τὰ περὶ αὐτὴν ὧδε. ἐπειδὴ γὰρ ὁ μὲν Θύαμις ἁλοὺς ἐζώγρητο καὶ εἴχετο αἰχμάλωτος, ἡ δὲ νῆσος ἐνεπέπρηστο καὶ τῶν ἐνοίκων ἐκεκένωτο βουκόλων, ὁ μὲν Κνήμων καὶ ὁ Θέρμουθις ὁ τοῦ Θυάμιδος ὑπασπιστὴς ἑῷοι τὴν λίμνην διέπλευσαν, ὅ τι ποτὲ τὸν λῄσταρχον ἔδρασαν οἱ πολέμιοι κατασκοπήσοντες. ἔσχε τε τὰ κατ̓ αὐτοὺς ὡς δὴ καὶ εἴρηται. μόνοι δὲ Θεαγένης καὶ Χαρίκλεια κατὰ τὸ σπήλαιον ὑπολείπονται, τὸ ὑπερβάλλον τῶν παρόντων δεινῶν ἀγαθὸν μέγιστον τιθέμενοι. τότε γὰρ πρῶτον ἰδίᾳ καὶ παντὸς ἀπηλλαγμένοι τοῦ ὀχλήσοντος ἀλλήλοις ἐντυχόντες, ἀπαραποδίστων καὶ ὁλοσχερῶν περιπλοκῶν τε καὶ φιλημάτων ἐνεπίμπλαντο, καὶ πάντων ἅμα εἰς λήθην ἐμπεσόντες εἴχοντο ἐπὶ πλεῖστον ἀλλήλων οἱονεὶ συμπεφυκότες, ἁγνεύοντος μὲν ἔτι καὶ παρθενεύοντος ἔρωτος κορεννύμενοι, δάκρυσι δὲ ὑγροῖς τε καὶ θερμοῖς εἰς ἀλλήλους κεραννύμενοι, καὶ καθαροῖς μόνον μιγνύμενοι τοῖς φιλήμασιν. ἡ γὰρ Χαρίκλεια τὸν Θεαγένην, εἴ τι παρακινοῦντα αἴσθοιτο καὶ ἀνδριζόμενον, ὑπομνήσει τῶν ὅρκων ἀνέστελλεν: ὃ δὲ οὐ χαλεπῶς ἐπανήγετο καὶ σωφρονῶν ῥᾳδίως ἠνείχετο, ἔρωτος μὲν ἐλάττων ἡδονῆς δὲ κρείττων γινόμενος. ἐπεὶ δὲ ὀψέ ποτε τῶν πρακτέων εἰς ἔννοιαν ἐλθόντες δόξαι κόρον ἔχειν ἐβιάσθησαν, ἄρχεται ὁ Θεαγένης λόγων τοιῶνδε. τὸ μὲν συνεῖναι ἡμᾶς ἀλλήλοις ὦ Χαρίκλεια, καὶ τοῦτο ἔχειν ὃ πάντων τε προτιμότερον ἐποιησάμεθα καὶ δἰ ὃ πάντα ὑπέστημεν, ἡμεῖς τε εὐχόμεθα, θεοί τε Ἑλλήνιοι παρέχοιεν. ἐπεὶ δὲ ἀστάθμητόν τι τὸ ἀνθρώπειον καὶ ἄλλοτε πρὸς ἄλλα φερόμενον, καὶ πολλὰ μὲν πεπόνθαμεν πολλὰ δὲ ἐλπίζομεν, πρόκειται δὲ ἡμῖν κατὰ τὰ συγκείμενα πρὸς Κνήμωνα πάντως ἐπὶ Χέμμιν τὴν κώμην ἐπείγεσθαι, καὶ ἄδηλον ἥτις ἡμᾶς διαδέξεται τύχη, πολὺ δὲ καὶ ἄπειρον, ὡς ἔοικε, διάστημα τῆς ἐλπιζομένης ἡμῖν γῆς ὑπολείπεται, φέρε σύμβολά τινα ποιησώμεθα, δἰ ὧν ἀπόρρητά τε γνωριοῦμεν παρόντες, καὶ εἰ χωρισθῆναί ποτε συμβαίνοι, μαστεύσομεν ἀλλήλους. ἀγαθὸν γὰρ πλάνης ἐφόδιον σύνθημα φιλικὸν εἰς ἀνεύρεσιν φυλαττόμενον.