# Aethiopica 5.5

Heliodorus of Emesa, Aethiopica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/5.5

ἐπῄνει ταῦτα ἡ Χαρίκλεια, καὶ ἐδόκει ναοῖς ἐπιγράφειν, εἰ χωρισθεῖεν, ἢ ἀγάλμασιν ἐπισήμοις, ἑρμαῖς τε καὶ λίθοις ἐπὶ τριόδων, τὸν μὲν Θεαγένην ὁ Πυθικός, τὴν δὲ Χαρίκλειαν ἡ Πυθιὰς ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ πεπόρευται, πόλιν ἐπὶ τήνδε ἢ κώμην ἢ ἔθνος, ἡμέραν καὶ ὥραν προσδιορίζοντας. εἰ δὲ εἰς ταὐτὸν γίνοιντο, ἀρκεῖν μὲν τῷ ἑτέρῳ τὸν ἕτερον καὶ μόνον ὀφθῆναι: οὐδένα γὰρ χρόνον εἶναι ὃς ἀμαυρώσαι αὐτοῖς τῶν ψυχῶν τὰ ἐρωτικὰ γνωρίσματα: ὅμως δ̓ οὖν ἡ μὲν Χαρίκλεια τὸν συνεκκείμενον αὐτῇ πατρῷον ἐδείκνυ δακτύλιον, οὐλὴν δὲ ἐπὶ τοῦ γόνατος ἐκ θήρας συὸς ὁ Θεαγένης. ἐκ δὲ λόγων σύμβολα ἣ μὲν λαμπάδα ὃ δὲ φοίνικα συνετίθεντο. ἐπὶ τούτοις περιέβαλλον ἀλλήλους, καὶ αὖθις ἔκλαιον, ὥσπερ, οἶμαι, σπονδῶν τῶν δακρύων ἀπάρχοντες καὶ ὅρκια τὰ φιλήματα ποιούμενοι. τούτων συγκειμένων ἀνεδύοντο τοῦ σπηλαίου, κειμηλίων μὲν ἄλλων τῶν ἐναποκειμένων οὐδενὸς θιγόντες: τὸν γὰρ ἀπὸ σύλων πλοῦτον βέβηλον ἐδοκίμαζον: ἃ δὲ αὐτοὶ μὲν ἐκ Δελφῶν ἐπήγοντο, οἱ λῃσταὶ δὲ αὐτῶν ἀφείλοντο, ταῦτα συνεσκευάζοντο. ἡ Χαρίκλεια δὲ καὶ μετημφίασεν ἑαυτήν, ἐνθεμένη μὲν πηριδίῳ τινὶ τούς τε ὅρμους καὶ τὰ στέμματα καὶ τὴν ἱερὰν ἐσθῆτα, καὶ ὥστε λανθάνειν αὐτούς, καὶ ἄλλα σκεύη τῶν εὐτελῶν ἐπιβαλοῦσα, τὸ δὲ τόξον καὶ τὴν φαρέτραν Θεαγένει φέρειν ἐγχειρίσασα, φόρτον ἥδιστον ἐκείνῳ καὶ θεοῦ τοῦ κρατοῦντος ὅπλον οἰκειότατον. ἄρτι δὲ τῇ λίμνῃ πλησιάσαντες, καὶ σκάφους ἐπιβήσεσθαι μέλλοντες, ἔνοπλον ὁρῶσι πλῆθος ἐπὶ τὴν νῆσον περαιούμενον.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
