Ancient Greek · ~7 min
Book 6
Heliodorus of Emesa, Aethiopica 6.11
Not analysed yet
ἐπῄνει ταῦτα ὁ Καλάσιρις, καὶ ἔχεσθαι τῆς ὁδοιπορίας ἐπέσπευδε: τοῖς τε περὶ τὸν Ναυσικλέα καὶ Κνήμωνα ἐντυχόντες, τήν τε ἔξοδον κοινωσάμενοι, εἰς τρίτην ἐξώρμησαν, οὔτε ὑποζύγιον, καί τοι διδόμενον, οὔτε ἀνθρώπων οὐδένα συνέμπορον ἀνασχόμενοι, τοῦ τε Ναυσικλέους καὶ Κνήμωνος προπεμπόντων, καὶ ἄλλου τῆς οἰκίας πλήθους. προέπεμπε δὲ καὶ ἡ Ναυσίκλεια, πολλὰ τὸν πατέρα ἐπιτρέψαι καθικετεύσασα, τῆς νυμφικῆς αἰδοῦς ὑπὸ φίλτρου τοῦ περὶ τὴν Χαρίκλειαν ἐκνικηθεῖσα. καὶ ὅσον πέντε σταδίους προελθόντες ἠσπάζοντό τε ἀλλήλους τὰ τελευταῖα κατὰ γένος, καὶ τὰς δεξιὰς ἐνέβαλλον. ἐπιδακρύσαντες δὲ ὅσον πλεῖστον, καὶ ἐπὶ βελτίοσι χωρισθῆναι ταῖς τύχαις ἐπευξάμενοι, τοῦ Κνήμωνος δὲ καὶ συγγνώμην αἰτοῦντος εἰ μὴ συμπορεύοιτο νεοπήκτους ἔτι τοὺς θαλάμους ἔχων, ἐπικαταλήψεσθαί τε, εἰ καιρὸς γένοιτο, πλαττομένου, διεχωρίσθησαν οἳ μὲν ἐπὶ Χέμμιν: ἡ Χαρίκλεια δὲ καὶ ὁ Καλάσιρις πρῶτα μὲν εἰς πτωχικὸν πλάσμα μετημφιέννυντο, ῥάκεσιν ἑαυτοὺς προπαρεσκευασμένοις ἐξευτελίσαντες, ἔπειτα δὲ ἡ Χαρίκλεια τό τε πρόσωπον ἐνύβριζεν, ἀσβόλου τε ἐντρίψει καὶ πηλοῦ καταχρίσει μολύνασα καὶ κρηδέμνου ῥυπῶντος τὸ κράσπεδον ἀπὸ μετώπου κατὰ θατέρου τοῖν ὀφθαλμοῖν εἰς ἄτακτον προκάλυμμα ἐπισοβοῦσα, πήραν τε ὑπὸ μάλης, οὑτωσὶ μὲν ἰδεῖν ψωμῶν τινῶν καὶ ἀκόλων δῆθεν ταμιεῖον, χρειωδέστερον δὲ τῆς ἱερᾶς ἐκ Δελφῶν ἐσθῆτος καὶ τῶν στεμμάτων τῶν τε συνεκτεθέντων μητρῴων κειμηλίων καὶ γνωρισμάτων εἰς ὑποδοχήν, ἐξῆπτο. ὁ δὲ Καλάσιρις τὴν μὲν φαρέτραν τῆς Χαρικλείας τετρυχωμένοις κωδίοις ἐνειλήσας, ὡς δή τι φορτίον ἕτερον, ἐπὶ τῶν ὤμων ἐγκάρσιον ἔφερε, τὸ δὲ τόξον τῆς νευρᾶς παραλύσας, ἐπειδὴ τάχιστα πρὸς τὸ εὐθύτερον ἀνεκάμφθη, βακτηρίαν ταῖν χεροῖν ἐποιεῖτο, πολύς τε αὐτῇ καὶ βαρὺς ἐμπίπτων. καὶ εἴ πῄ τισιν ἐντευξόμενος προίδοι, κυφότητά τε πλέον ἐπετήδευεν ἢ τὸ γῆρας ἐπηνάγκαζε, καὶ τοῖν σκελοῖν θάτερον παρεσύρετο, πρὸς τῆς Χαρικλείας ἔσθ̓ ὅτε χειραγωγούμενος.