Ancient Greek
Book 6
Heliodorus of Emesa, Aethiopica 6.13.1
Not analysed yet
τὸν δὲ πόλεμον ἔλεγεν ὧδε. ἤγετο ξένος νεανίας τις, κάλλει τε καὶ μεγέθει διαφέρων, ὡς Ὀροονδάτην τὸν μεγάλου βασιλέως ὕπαρχον εἰς τὴν Μέμφιν. ἀπέσταλτο δέ, οἶμαι, παρὰ Μιτράνου τοῦ φρουράρχου ληφθεὶς αἰχμάλωτος, ὥς τι τῶν μεγίστων δώρων, ὡς φασί. τοῦτον οἱ τῆς κώμης τῆς ἡμετέρας ταυτησί, δείξασα τὴν ἐχομένην, ἐπελθόντες ἀφείλοντο, γνωρίζειν εἴτ̓ οὖν ἀληθεύοντες εἴτε καὶ πρόφασιν πλάσαντες. ὁ δὴ Μιτράνης ταῦτα πυθόμενος, καὶ κατὰ τὸ εἰκὸς ἀγανακτήσας, ἐπιστρατεύει τῇ κώμῃ δυσὶ ταύταις πρότερον ἡμέραις. καὶ ἔστι γὰρ μαχιμώτατον ἡ κώμη γένος, βίον ἀεὶ τὴν λῃστείαν πεποιημένοι καὶ θανάτου παντὸς ὑπερόπται, καὶ πολλὰς δὴ διὰ τοῦτο πολλάκις, ἄλλας τε κἀμὲ τὸ παρόν, ἀνδρῶν τε καὶ παίσων χηρώσαντες: ἐπειδὴ τὴν ἔφοδον ἐσομένην ἐτεκμήραντο, προλοχίζουσί τέ τινας ἐνέδρας, καὶ δεξάμενοι τοὺς ἐναντίους ἐπικρατέστεροι γίνονται, οἳ μὲν κατὰ στόμα καὶ ἐκ τοῦ εὐθέος μαχόμενοι, οἳ δὲ κατόπιν ἐκ τῶν λόχων ἀπροφυλάκτοις σὺν βοῇ τοῖς Πέρσαις ἐπελθόντες. καὶ πίπτει μὲν ὁ Μιτράνης ἐν πρώτοις μαχόμενος, πίπτουσι δὲ σὺν αὐτῷ σχεδόν τι πάντες οἷα δὴ κυκλωθέντες καὶ οὐδὲ φυγῆς τόπον εὐμοιρήσαντες. πίπτουσι δὲ καὶ τῶν ἡμετέρων ὀλίγοι, καὶ γίνεται τῶν ὀλίγων βαρείᾳ βουλήσει δαίμονος καὶ ὁ παῖς ὁ ἐμός, βέλει Περσικῷ πρὸς τὰ στέρνα, ὡς ὁρᾶτε, βληθείς. καὶ νῦν ἡ ἀθλία τὸν μὲν θρηνῶ κείμενον, τὸν δὲ ἔτι μοι μόνον παῖδα λειπόμενον ἔοικα θρηνήσειν, ἐκστρατεύσαντος κἀκείνου τῇ προτεραίᾳ μετὰ τῶν λοιπῶν ἐπὶ τὴν Μεμφιτῶν πόλιν. ἐπυνθάνετο καὶ τὴν αἰτίαν τῆς ἐκστρατείας ὁ Καλάσιρις: καὶ ἡ γραῦς, ἀκηκοέναι παρὰ τοῦ λειπομένου παιδὸς προστιθεῖσα, ἔλεγε, διότι στρατιώτας βασιλείους καὶ φρούραρχον μεγάλου βασιλέως ἀνελόντες ἐπὶ μὴ πεπραγμένοις καλῶς εἶδον ἐκεῖνο καλῶς, μὴ εἰς μικρὸν αὐτοῖς ἀλλ̓ εἰς τὸν περὶ τῶν ὅλων κίνδυνον τὸ πρᾶγμα τελευτήσειν, Ὀροονδάτου τοῦ κατὰ τὴν Μέμφιν ὑπάρχου πλείστῃ τε χειρὶ πεφραγμένου, καὶ αὐτίκα, εἰ πύθοιτο, κατὰ πρώτην ἔφοδον σαγηνεύσοντος τὴν κώμην καὶ πανολεθρίᾳ τῶν ἐνοικούντων τὴν δίκην εἰσπράξοντος. οἷα δὴ οὖν τὸν περὶ τῶν ὅλων ἀναρριπτοῦντες κίνδυνον, ἔγνωσαν μεγάλα τολμήματα μείζοσιν, εἰ δύναιντ̓, ἰάσασθαι, καὶ φθῆναι τὴν Ὀροονδάτου παρασκευήν, ἀπροσδόκητοί τε ἐπεισπεσόντες ἢ προσανελεῖν κἀκεῖνον, εἰ κατὰ τὴν Μέμφιν ὄντα καταλάβοιεν, ἢ εἴπερ ἐκδημῶν τυγχάνοι, πολέμου τινὸς αὐτόν, ὡς φασίν, Αἰθιοπικοῦ τὰ νῦν ἀπασχολοῦντος, ῥᾷόν τε τὴν πόλιν παραστήσασθαι τῶν ὑπερμαχομένων ἔρημον, καὶ αὐτοί τε ἐκτὸς κινδύνου γενέσθαι τὸ παρόν, καὶ προσκατορθώσειν τῷ Θυάμιδι λῃστάρχῳ τῷ σφῶν τὴν τὴν τῆς προφητείας ἱερωσύνην, οὐ κατὰ νόμον παῤ ἀδελφοῦ νεωτέρου κατεχομένην, ἀνακομίσασθαι: ἢ εἴπερ καὶ ἀποτυγχάνειν συμβαίνοι, πολέμου γοῦν ἔργον μαχομένους γενέσθαι, μηδὲ ἄλλως ἁλῶναι καὶ ταῖς Περσικαῖς αἰκίαις καὶ ὕβρεσιν ἐκκεῖσθαι. ἀλλ̓ ὦ ξένοι, ποῖ δὴ τὸ νῦν ἀφίξεσθε; εἰς τὴν κώμην, ὁ Καλάσιρις εἶπεν. ἣ δέ, οὐκ ἀσφαλὲς ὑμῖν, ἔφη, τῆς τε ὥρας ἀωρὶ καὶ οὐδὲ γνωριζομένοις, ἐπιμῖξαι τοῖς ὑπολειπομένοις. ἀλλ̓ εἰ ξεναγοίης, ἔφη ὁ Καλάσιρις, οὐκ ἀπ̓ ἐλπίδος ἡμῖν καὶ τὰ τῆς ἀσφαλείας. οὔ μοι καιρός, ἀπεκρίνατο ἡ πρεσβῦτις: νυκτερινοὺς γάρ τινας ἐναγισμοὺς ἐπιτελέσαι μοι πρόκειται. ἀλλ̓ εἰ δὴ φορητὸν ὑμῖν ʽἐπάναγκες δὲ καὶ μὴ βουλομένοισ̓, αὐτοῦ που καὶ τῶν νεκρῶν ἐν καθαρῷ μικρὸν ἀναχωρήσαντες τὴν μὲν νύκτα ἐγκαρτερήσατε, τὴν ἕω δὲ ὑμῖν πρόξενος ἐγὼ τῆς ἀδείας ξεναγοῦσα γενήσομαι.