Ancient Greek · ~9 min
Book 6
Heliodorus of Emesa, Aethiopica 6.15
Not analysed yet
καὶ ἔτι λέγοντος ὁ νεκρός, οἷον ἐκ μυχοῦ τινὸς ἢ σπηλαίου φαραγγώδους βαρύ τι καὶ δυσηχὲς ὑποτρίζων, ἐγὼ μέν, ἔφη, σοῦ τὰ πρῶτα ἐφειδόμην, ὦ μῆτερ, καὶ παρανομοῦσαν εἰς τὴν ἀνθρωπείαν φύσιν καὶ τοὺς ἐκ μοιρῶν θεσμοὺς ἐκβιαζομένην καὶ τὰ ἀκίνητα μαγγανείαις κινοῦσαν ἠνεχόμην: σώζεται γὰρ ἡ περὶ τοὺς φύντας αἰδώς, ἐφ̓ ὅσον οἷόν τε, καὶ ἐν τοῖς ἀποιχομένοις: ἀλλ̓ ἐπειδὴ καὶ ταύτην ἀναιρεῖς τὸ κατὰ σαυτὴν καὶ ἐλαύνεις, οὐκ ἀθεμίτοις μόνον τὴν ἀρχὴν ἐπιχειρήσασα ἀλλ̓ ἤδη καὶ εἰς ἄπειρον τὸ ἀθέμιτον ἐπεξάγουσα, οὐκ ὀρθοῦσθαι μόνον καὶ νεύειν ἀλλὰ καὶ φθέγγεσθαι σῶμα νεκρὸν ἐκβιαζομένη, κηδείας μὲν τῆς ἐμῆς ἀμελοῦσα καὶ ταῖς λοιπαῖς ἐπιμίγνυσθαι ψυχαῖς ἐμποδίζουσα, χρείας δὲ μόνης γενομένη τῆς σῆς, ἄκουε ταῦθ̓ ἃ πάλαι σοι μηνύειν ἐφυλαττόμην. οὔτε ὁ παῖς σοι περισωθεὶς ἐπανήξει, οὔτε αὐτὴ τὸν ἀπὸ ξίφους ἐκφεύξῃ θάνατον, ἀλλ̓ οἷα δὴ τὸν σαυτῆς βίον ἐν οὕτως ἀθέσμοις πράξεσι καταναλώσασα, τὴν ἀποκεκληρωμένην πᾶσι τοῖς τοιούτοις βιαίαν οὐκ εἰς μακρὰν ὑποστήσῃ τελευτήν: ἥτις πρὸς τοῖς ἄλλοις οὐδὲ ἐπὶ σαυτοῦ τὰ οὕτως ἀπόρρητα καὶ σιγῇ καὶ σκότῳ φυλαττόμενα μυστήρια δρᾶν ὑπέμεινας, ἀλλ̓ ἤδη καὶ ἐπὶ μάρτυσι τοιούτοις τὰς τῶν κειμένων ἐξορχῇ τύχας, ἑνὶ μὲν προφήτῃ —καὶ τοῦτο μὲν ἔλαττον: σοφὸς γὰρ τὰ τοιαῦτα σιγῇ πρὸς τὸ ἀνεκλάλητον ἐπισφραγίσασθαι, καὶ ἄλλως θεοῖς φίλος: τοὺς γοῦν παῖδας εἰς τὸν δἰ αἵματος ἀγῶνα ξιφήρεις καθισταμένους καὶ μονομαχήσειν μέλλοντας ἀποκωλύσει τε καὶ παύσει φανείς, εἴπερ ἐπισπεύσειεν. ἀλλ̓ ὃ δὴ βαρύτερον, ὅτι καὶ κόρη τις τῶν ἐπ’ ἐμοὶ γίνεται θεωρὸς καὶ πάντων ἐπακροᾶται, γύναιον ὑπ’ ἔρωτος σεσοβημένον, καὶ πᾶσαν ὡς εἰπεῖν ἐρωμένου τινὸς ἐπὶ γῆν ἕνεκεν ἀλώμενον, ᾧ μετὰ μυρίους μὲν μόχθους μυρίους δὲ κινδύνους, γῆς ἐπ’ ἐσχάτοις ὅροις, τύχῃ σὺν λαμπρᾷ καὶ βασιλικῇ συμβιώσεται. τούτων εἰρημένων ὃ μὲν ἔκειτο καταρραγείς, ἡ γραῦς δὲ συνεῖσα τοὺς ξένους εἶναι τοὺς κατασκόπους, ὡς εἶχε σχήματος, ξιφήρης τε καὶ ἐμμανὴς ἐπ’ αὐτοὺς ἵεται, καὶ κατὰ πᾶν μέρος τῶν κειμένων ἐφέρετο, τοῖς νεκροῖς ἐγκεκρύφθαι αὐτοὺς ὑποπτεύουσα, γνώμην δὲ ποιουμένη διαχρήσασθαι, εἰ ἀνεύροι, ὡς ἐπιβούλως τε καὶ πρὸς ἐναντίου τοῖς αὐτῆς μαγγανεύμασι κατασκόπους γεγενημένους, ἕως ἀπερίσκεπτον ὑπὸ θυμοῦ τὴν κατὰ τοὺς νεκροὺς ἔρευναν ποιουμένη, ἔλαθεν ὠρθωμένῳ κλάσματι δόρατος κατὰ τοῦ βουβῶνος περιπαρεῖσα.