# Aethiopica 6.2

Heliodorus of Emesa, Aethiopica, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/6.2

καὶ ὁ Ναυσικλῆς ἐγέλα μὲν οὐκέτι, συνεστάλη δὲ πρὸς τὴν ἀκοήν, καὶ σύννους ἐπὶ πλεῖστον εἱστήκει, διαπορῶν προφάσεως ἐκ ποίας ὁ Κνήμων, ἢ τίνος κοινωνίας, ἢ τί πεπόνθοι πρὸς τοὔνομα τῆς Θίσβης. ἐξεκάγχασε δὴ πρὸς ταῦτα ὁ Κνήμων, καὶ ὦγαθὲ Καλάσιρι, ὁρᾷς, εἶπεν, ὅση τις τοῦ ὀνόματος ἡ δύναμις, καὶ ὡς οὐκ ἐμοὶ μόνῳ μορμολύκειον, ὡς αὐτὸς φῄς, ἀλλ̓ ἤδη καὶ Ναυσικλεῖ γίνεται; μᾶλλον δὲ καὶ ὁλοσχερὴς γέγονε τοῦ πάθους μετάστασις καὶ τοὔμπαλιν: ἐγὼ μὲν γελῶ γινώσκων οὐκέτ̓ οὖσαν, ὁ δὲ γεννάδας ἡμῖν Ναυσικλῆς καὶ πολλῷ γέλωτι τῶν ἄλλων κατατωθάζων ἐτύγχανε. πέπαυσο, ἔφη ὁ Ναυσικλῆς, καὶ ἅλις σοι τῆς εἰς ἐμὲ ἀμύνης ὦ Κνήμων. ἀλλὰ πρὸς ξενίων καὶ φιλίων θεῶν, πρὸς ἁλῶν καὶ τραπέζης, ὧν, ὡς οἶμαι, φιλανθρώπων ἐν ἡμετέρου πεπείρασθε, πόθεν τὸ Θίσβης ὄνομα εἴτε γνωρίζετε εἴτε πεφόβησθε εἴτε παιδιὰν ἐμὲ πεποίησθε, καταμηνύσατε. καὶ ὁ Καλάσιρις, σὸς ἔφη ὁ λόγος, ὦ Κνήμων, ὃν πολλάκις μοι διελθεῖν γνῶσίν τε τῶν κατὰ σεαυτὸν παρασχεῖν ἐπαγγειλάμενος, εἰς δεῦρό τε ποικίλαις ἀεὶ διαδύσεσιν ὑπερθέμενος, ἐν καιρῷ λέγοις ἂν τὸ παρόν, Ναυσικλεῖ τε ἅμα τῷδε χαριζόμενος, καὶ ἡμῖν τὸν πόνον τῆς ὁδοιπορίας ἐπικουφίζων καὶ τῷ διηγήματι παραπέμπων. ἐπείθετο ὁ Κνήμων, καὶ ἔλεγεν ἅπαντα ἐπιτέμνων ὅσα ἤδη τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ προδιηγήσατο, τὴν πατρίδα ὡς Ἀθηναῖος, τὸν πατέρα ὡς Ἀρίστιππος, καὶ τὴν Δημαινέτην ὅτι μητρυιὰ γεγόνοι. διῄει καὶ τὸν ἀθέμιτον ἐπ’ αὐτῷ τῆς Δημαινέτης ἔρωτα, καὶ ὡς ἀποτυγχάνουσα ἐπιβουλεύσειε, διάκονον εἰς τὴν ἐπιβουλὴν καθεῖσα τὴν Θίσβην. προσετίθει καὶ τὸν τρόπον, καὶ ὅτι φυγαδευθείη τῆς ἐνεγκούσης, ὡς πατραλοίᾳ τοῦ δήμου ταύτην ζημίαν ἐπιθέντος: καὶ ὡς διάγοντι κατὰ τὴν Αἴγιναν πρῶτα μὲν Χαρίας τις τῶν συνεφήβων τὴν Δημαινέτην, ὅτι τέθνηκε καὶ ὅπως, ἐξαγγείλειε, τῆς Θίσβης κἀκείνῃ τὴν ἐπιβουλὴν συνθείσης, ἔπειτα Ἀντικλῆς ὅπως μὲν ὁ πατὴρ αὐτῷ δημεύσει τῶν ὄντων ὑποβληθείη, συστάντων ἐπ’ αὐτὸν τῶν κατὰ γένος τῇ Δημαινέτῃ προσηκόντων, καὶ πρὸς ὑπόνοιαν φόνου τὸν δῆμον κατ̓ αὐτοῦ κινησάντων, ὅπως δὲ ἡ Θίσβη τῶν Ἀθηνῶν ἀπέδρα σὺν τῷ ἐραστῇ τῷ ἐμπόρῳ τῷ Ναυκρατίτῃ. καὶ τέλος ἐπῆγεν ὁ Κνήμων ὅτι σὺν τῷ Ἀντικλεῖ κατὰ ζήτησιν τῆς Θίσβης ἐκπλεύσας ὡς ἐπὶ τὴν Αἴγυπτον, εἰ δή πως ἀνευρὼν ἀγαγών τε εἰς τὰς Ἀθήνας λύσειε μὲν τῷ πατρὶ τὴν συκοφαντίαν τιμωρήσαιτο δὲ ἐκείνην, καὶ πολλοῖς μὲν ἄλλοις κινδύνοις πολλαῖς δὲ τύχαις τοὺς μεταξὺ χρόνους περιπεσών, ἁλοὺς δὲ καὶ ὑπὸ καταποντιστῶν, εἶτα πῶς διαδρὰς καὶ Αἰγύπτῳ προσορμισθεὶς αὖθις ὑπὸ τῶν βουκόλων ληφθείη λῃστῶν: ἔνθα καὶ τὴν πρὸς Θεαγένην καὶ Χαρίκλειαν αὐτῷ γενέσθαι συντυχίαν, καὶ τὴν Θίσβης ἀναίρεσιν ἅμα καταλέγων, καὶ τὰ ἐπὶ τούτοις ἑξῆς ἄχρι τῶν γνωριζομένων τῷ τε Καλασίριδι καὶ τῷ Ναυσικλεῖ πάντων.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
