# Aethiopica 6.3

Heliodorus of Emesa, Aethiopica, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/6.3

ἐφ̓ οἷς ὁ Ναυσικλῆς μυρίας ἔστρεφε βουλάς, νῦν μὲν ἐξειπεῖν τὰ ἀμφ̓ αὐτῷ τε καὶ τῇ Θίσβῃ διανοούμενος, νῦν δὲ εἰσαῦθις ὑπερθέσθαι κρίνων. καὶ τέλος μόγις ἐπέσχε, τὸ μέν τι αὐτὸς οὕτω δοκιμάζων, τὸ δὲ καὶ ὑπὸ συντυχίας ἑτέρας ἐμποδισθείς. ἄρτι γὰρ ἑξήκοντά που στάδια διανύσαντες, καὶ ἤδη τῇ κώμῃ καθ̓ ἣν ὁ Μιτράνης διῆγε πλησιάζοντες, γνωρίμῳ τινὶ τῶν Ναυσικλέους ἐντυγχάνουσι, καὶ ὅποι προθυμοῖτο οὕτως ἐσπουδασμένως ἀνηρώτων. ὃ δὲ ὦ Ναυσίκλεις ἔφη, τὴν ὁρμὴν ἐκπυνθάνῃ τὴν ἐμήν, ὥσπερ ἀγνοῶν ὅτι μοι τὸ παρὸν πάντα πρὸς ἕνα σπουδάζεται σκοπόν, ὅπως ἂν Ἰσιάδι τῇ Χεμμίτιδι τὰ προσταττόμενα ὑπηρετοίμην. ἐκείνῃ γεωργῶ, πάντα ἐκείνῃ πορίζω, δἰ ἐκείνην ἀγρυπνῶ νύκτα τε καὶ ἡμέραν, οὐδὲν ἀπαγορεύων: ἀλλά μοι ζημία καὶ μόχθος, ὃ ἂν μὴ ἐπιτάττῃ μέγα ἢ μικρὸν Ἰσιάς. ἐκείνῃ καὶ νυνὶ δὲ θέω ὄρνιν τινὰ τοῦτον, ὡς ὁρᾷς, Νειλῷον φοινικόπτερον, τῆς φιλτάτης ἐπίταγμα κομίζων. ὡς εὐγνώμονι, ἔφη ὁ Ναυσικλῆς, ἐρωμένῃ συμπέπλεξαι, καὶ ὡς μικρὰ λίαν αὐτῆς τὰ ἐπιτάγματα, εἴγε φοινικόπτερον, ἀλλ̓ οὐκ αὐτόν σοι τὸν φοίνικα τὸν ἐξ Αἰθιόπων ἢ Ἰνδῶν ὡς ἡμᾶς ἀφικνούμενον ὄρνιν ἐπέταττε. καὶ ὅς, ταῦτα μὲν ἐκείνη, ἔφη, χλεύην ἐμὲ συνήθως καὶ τὰ ἐμὰ πεποίηται: ἀλλὰ ποῖ δὴ καὶ ὑμεῖς καὶ ἐπὶ τίνα τὴν χρείαν; ὡς δὲ ὅτι παρὰ τὸν Μιτράνην ἐσπουδάκασιν ἀπεκρίναντο, ἀλλὰ μάτην ὑμῖν, ἔφη, καὶ εἰς κενὸν ἡ σπουδή, Μιτράνου τὰ νῦν κατὰ χώραν οὐκ ὄντος, ἀλλ̓ ἐπὶ τοὺς Βῆσσαν τὴν κώμην ἐνοικοῦντας βουκόλους ταύτης τῆς νυκτὸς ἐκστρατεύσαντος, ὅτι δή τινα νεανίσκον αἰχμάλωτον Ἕλληνα πρὸς Ὀροονδάτην εἰς τὴν Μέμφιν ἀπεσταλκότος, ὡς ἂν ἐκεῖθεν οἶμαι βασιλεῖ τῷ μεγάλῳ δῶρον ἀναχθείη, Βησσαεῖς καὶ ὁ τούτων ἔναγχος ἀποδειχθεὶς ἔξαρχος Θύαμις ἐξ ἐπιδρομῆς ἑλόντες ἔχουσι.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
