Ancient Greek
Book 6
Heliodorus of Emesa, Aethiopica 6.5
Not analysed yet
ταῦτα λέγων οὐ χαλεπῶς ἔπειθεν, ἅμα τι, οἶμαι, καὶ ἑτέρας ἐλπίδος τοῖς ἀγγελθεῖσι συναναφαινομένης, καὶ τοῦ Κνήμωνος πρὸς τὸν Καλάσιριν ἰδίᾳ πάνυ θαρσεῖν ὡς ὁ Θύαμις περισώσειε τὸν Θεαγένην διισχυριζομένου. ἐδόκει οὖν ἐπανιέναι, καὶ ἐπανῄεσαν. τήν τε Χαρίκλειαν ἐπὶ τοῖς προθύροις καταλαμβάνουσι, πόρρωθεν αὐτοὺς καὶ ἐκ πάντων κλιμάτων περισκοποῦσαν. καὶ ὡς οὐδαμοῦ τὸν Θεαγένην ἑώρα σὺν αὐτοῖς, λίγειόν τι ἀνακωκύσασα, ἀλλ̓ ἢ μόνοι μοι, πάτερ, ἔφη, καὶ οἷοί περ ἐντεῦθεν ἐξωρμήκατε, πάλιν ἐπάνιτε; Θεαγένης δὲ ἄρα, ὡς ἔοικε, τέθνηκεν; εἴ τι φράζειν ἔχετε, θᾶττον ἐξείπατε πρὸς θεῶν, μηδὲ ἐπιτείνητέ μοι τὴν συμφορὰν παρολκῇ τῆς ἀπαγγελίας. ἔχει τι φιλάνθρωπον ὀξεῖα δυστυχημάτων δήλωσις, τὴν ὁμόσε χώρησιν πρὸς τὸ δεινὸν τῇ ψυχῇ καὶ ταχεῖαν ἀπάλγησιν παρασκευάζουσα. ὑποτεμνόμενος δὴ δυσφοροῦσαν ἄγαν ὁ Κνήμων, ὡς ἐργῶδές σου τοῦτο, ἔφη, ὦ Χαρίκλεια: ἐπίφορός πως ἀεὶ τυγχάνεις τὰ χείρονα μαντεύεσθαι, καὶ ψεύδῃ γε ἅμα, καλῶς κατὰ τοῦτο ποιοῦσα. Θεαγένης γοῦν ἔστι καὶ σώζεται θεῶν βουλομένων. καὶ ὅπως καὶ παρὰ τίσιν, ἐπιτεμὼν ἔλεγε. καὶ ὁ Καλάσιρις, οὔπω ποτὲ ἠράσθης, εἶπεν, ἐξ ὧν λέγεις ὦ Κνήμων. ἦ γὰρ ἂν ἔγνως ὡς καὶ τὰ ἀδεᾶ φοβερὰ τοῖς ἐρῶσι, καὶ μόνοις ὀφθαλμοῖς μάρτυσι καταπιστεύουσιν ὑπὲρ τῶν παιδικῶν: ἡ δὲ ἐκείνων ἀπουσία, δειλία τοῦτο ἤδη καὶ ἀγωνία ψυχαῖς ἐρωτικαῖς γίνεται. αἴτιον δέ, πεπείκασιν ἑαυτοὺς οὐκ ἄλλως πώποτε σφῶν ἀπολείπεσθαι τοὺς φιλτάτους, μὴ οὐχὶ κωλύματος ἀηδοῦς ἐμποδίζοντος. ὥστε, ὦ φίλος, Χαρικλείᾳ μὲν συγγινώσκωμεν εὖ τὰ ἐρώτων πάθη καὶ ἀκριβῶς νοσούσῃ, αὐτοὶ δὲ ἐντὸς θυρῶν γενόμενοι τῶν πρακτέων φροντίζωμεν.