Ancient Greek
Book 6
Heliodorus of Emesa, Aethiopica 6.8.1
Not analysed yet
ὑπολαβὼν δὲ πρὸς ταῦτα ὁ Ναυσικλῆς, Χαρικλείᾳ μέν, ἔφη, κατ̓ εὐχὰς ἀποβαίη, καὶ θεοὶ συνέμποροι κατὰ τὴν αὐτῆς αἴτησιν γίνοιντο, καὶ τοὺς οἰκείους κομίζοιτο, οὕτως οὕτως οὖσα γενναία μὲν τὸ λῆμα συνετὴ δὲ τὸ φρόνημα. σὺ δὲ ὦ Κνήμων μήτε, εἰ Θίσβην οὐκ ἄγεις εἰς τὰς Ἀθήνας, ἄσχαλλε, καὶ ταῦτα ἔχων ὑπόδικον ἐμὲ τουτονὶ τῆς κατ̓ ἐκείνην ἁρπαγῆς καὶ τῆς ἐκ τῶν Ἀθηνῶν ὑπεξαγωγῆς ʽὁ γὰρ ἔμπορος ὁ Ναυκρατίτης ὁ Θίσβης ἐραστὴς οὗτος ἐγὤ, μήτε πενίαν ὀδύρου, πτωχεύσειν ἔτι προσδοκήσας. εἰ γὰρ σοὶ φίλον ὡς καὶ ἐμοὶ φανείη, χρημάτων τε εὐπορήσεις συχνῶν, οἶκόν τε ἀπολήψῃ καὶ πατρίδα τὴν σὴν ἐμοῦ κατάγοντος, γῆμαί τε βουλομένῳ θυγατέρα ταυτηνὶ τὴν ἐμὴν ἁρμόζω Ναυσίκλειαν, προῖκα ἐπιδιδοὺς αὐτὸς μὲν πλείστην ὅσην, τὴν παρὰ σοῦ δὲ πάλιν εἰληφέναι κρίνων, ἐξ οὗ γένος καὶ οἶκον καὶ ἔθνος τὸ σὸν ἐγνώρισα. πρὸς ταῦτα οὐδὲ πρὸς βραχὺ διαμελλήσας ὁ Κνήμων, ἀλλ̓ ἃ πάλαι δἰ εὐχῆς τε καὶ ἐπιθυμίας ἔχων οὐκ ἤλπιζε, ταῦτα ὑπὲρ εὐχὴν καὶ ἀπροσδόκητα λαμβάνων, ἅπαντα, ἔφη, δέδεγμαι ἃ καταγγέλλεις ἄσμενος. καὶ ἅμα τὴν δεξιὰν προτείναντι τὸ θυγάτριον ὁ Ναυσικλῆς ἐνεχείριζε καὶ κατηγγύα, καὶ τὸν ὑμέναιον ᾅδεσθαι πρὸς τῶν οἰκείων ἐγκελευσάμενος χορείας ἐν πρώτοις ἐξῆρχεν, εἰς αὐτοσχέδιον γάμον τὸ παρὸν συμπόσιον ἀναδείξας. οἱ μὲν δὴ ἄλλοι πρὸς χοροῖς ἦσαν, καὶ τὸν ὑμέναιον ἀπρόσκλητον ἐπὶ τοῖς θαλάμοις ἐκώμαζον, καὶ γαμήλιος παννυχὶς τὴν οἰκίαν κατέλαμπεν: ἡ Χαρίκλεια δὲ χωρισθεῖσα μόνη τῶν ἄλλων ἐπὶ τὸ σύνηθες ἔρχεται δωμάτιον, καὶ τὰς θύρας εἰς τὸ ἀσφαλὲς ἐπικλεισαμένη, πρὸς οὐδενός τε ὀχλεῖσθαι καταπιστεύουσα, βάκχιόν τι οἰστρηθεῖσα τάς τε κόμας ἀφειδῶς λύεται, καὶ θοἱμάτιον περιρρηξαμένη, φέρε, ἔφη, καὶ ἡμεῖς δαίμονι τῷ εἰληχότι χορεύσωμεν κατὰ τὸν ἐκείνου τρόπον: ᾅσωμεν αὐτῷ θρήνους, καὶ γόους ὑπορχησώμεθα: ζόφος δὲ ἐπηχείτω, καὶ νὺξ ἀλαμπὴς ἡγείσθω τῶν δρωμένων, τοῦδε τοῦ λύχνου τῇ γῇ προσαραχθέντος. οἵας γὰρ δὴ καὶ ἐφ̓ ἡμῖν τὰς παστάδας ἐπήξατο, οἷον τον θάλαμον ἀνέδειξε: μόνην μὲν ἔχει με καὶ ἀνύμφευτον, τοῦ δὲ μέχρις ὀνόματος νυμφίου, οἴμοι, χηρεύει. Κνήμων γαμεῖ, Θεαγένης δὲ ἀλητεύει, καὶ ταῦτα αἰχμάλωτος ἢ τάχα καὶ δέσμιος. καὶ ταῦτα ἂν εἴη τὰ εὐτυχέστερα: σώζοιτο μόνον. Ναυσίκλεια νυμφεύεται, κἀμοῦ διέζευκται ἡ μέχρι τῆς παρελθούσης ὁμόκοιτος, Χαρίκλεια δὲ καὶ μόνη καὶ ἔρημος. καὶ οὐ τῶν ἐπ’ ἐκείνοις ἡμῖν μέμψις, ὦ τύχη καὶ δαίμονες, ἀλλὰ καὶ πράττοιεν κατὰ γνώμην: τῶν δὲ καθ̓ ἡμᾶς, ὅτι μηδὲ τούτοις ἡμῖν ἐξ ἴσου κέχρησθε. οὕτω τὸ δρᾶμα τὸ περὶ ἡμᾶς εἰς ἄπειρον ἐμηκύνατε, καὶ πᾶσαν λοιπὸν σκηνὴν ὑπερφθέγγεται. ἀλλὰ τί ταῦτα ἀωρὶ θεηλατοῦμαι; τελείσθω καὶ τὰ ἑξῆς ὅπῃ τοῖς θεοῖς φίλον. ἀλλ̓ ὦ Θεάγενες, ὦ μόνη μοι γλυκεῖα φροντίς, εἰ μὲν τέθνηκας καὶ τοῦτο πεισθείην ὃ μή ποτε γνοίην, τότε μέν σοι συνεῖναι οὐχ ὑπερθήσομαι, τὸ παρὸν δέ σοι τάσδε ἐπιφέρω χοάς. καὶ ἅμα ἔτιλλε τὰς τρίχας καὶ τῇ κλίνῃ ἐπέβαλλε. καὶ τάσδε ἐπιχέω τὰς σπονδὰς ἐκ τῶν σοι φίλων ὀφθαλμῶν. καὶ αὐτίκα διάβροχος ἦν ἡ στρωμνὴ τοῖς δάκρυσιν. εἰ δέ μοι περισώζῃ καλῶς γε ποιῶν, δεῦρο καὶ συνανάπαυσαι φίλος ὄναρ γοῦν ὀφθείς. φείδου δὲ καὶ τότε ὦγαθέ, καὶ φύλαττε νομίμῳ γάμῳ τὴν σὴν παρθένον. ἰδού σε καὶ περιπτύσσομαι, παρεῖναι καὶ ὁρᾶν ὑποτιθεμένη.