# Aethiopica 7.1

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.1

καὶ ἣ μὲν ἔκειτο, τὴν ἐκ τοῦ παιδὸς μαντείαν οὕτω παρὰ πόδας ἐν δίκῃ πληρώσασα: ὁ δὲ Καλάσιρις καὶ ἡ Χαρίκλεια παρὰ τοσοῦτον ἐλθόντες κινδύνου, καὶ ἅμα μὲν τῶν παρόντων φόβων ἐκτὸς ἑαυτοὺς ποιούμενοι, ἅμα δὲ τῶν μαντευθέντων ἕνεκεν ἐπισπεύδοντες, τῆς ἐπὶ τὴν Μέμφιν ὁδοῦ σπουδαιότερον εἴχοντο. καὶ δὴ καὶ ἐπλησίαζον τῇ πόλει τῶν ἐκ τῆς νεκυίας μεμαντευμένων ἤδη κατ̓ αὐτὴν τελουμένων. ὡς γὰρ ὁ Θύαμις τὸ ἀπὸ τῆς Βήσσης λῃστρικὸν ἐπάγων ἐφίστατο, οἱ μὲν κατὰ τὴν Μέμφιν ὀλίγον ὅσον ἔφθησαν τὰς πύλας ἐπικλεισάμενοι, στρατιώτου τινὸς τῶν ὑπὸ Μιτράνην διαδράντων τὴν κατὰ τὴν Βῆσσαν μάχην προϊδόντος τε τὴν ἔφοδον καὶ τοῖς ἐν τῷ ἄστει προμηνύσαντος, ὁ δὲ Θύαμις περί τι μέρος τοῦ τείχους τὰ ὅπλα καταθέσθαι κελεύσας διανέπαυέ τε ἅμα ἐκ συντόνου τῆς ὁδοιπορίας τὸν στρατόν, καὶ ὡς πολιορκήσων δῆθεν ἐποιεῖτο γνώμην. οἱ δὲ κατὰ τὴν πόλιν πρότερον μὲν ὡς πλῆθος τὸ ἐπιὸν καταδείσαντες, ἀπὸ δὲ τῆς ἐκ τῶν τειχῶν κατασκοπῆς ὀλίγους εἶναι τοὺς ἐπελθόντας καταγνόντες, ὥρμησαν μὲν καὶ αὐτίκα, τοὺς ἐγκαταλελειμμένους ὀλίγους εἰς φρουρὰν τῆς πόλεως τοξότας τε καὶ ἱππέας ἀναλαβόντες καὶ τὸν ἀστικὸν δῆμον τοῖς προστυχοῦσιν ἐξοπλίσαντες, ἐξελθεῖν τε καὶ συμπεσεῖν εἰς μάχην τοῖς ἐναντίοις: πρεσβυτικοῦ δέ τινος καὶ τῶν ἐπὶ δόξης διακωλύσαντος, καὶ ἐκδιδάξαντος διότι καὶ εἰ τὸν σατράπην Ὀροονδάτην ἀπεῖναι συμβαίνει τὰ νῦν ἐπὶ τὸν Αἰθιοπικὸν ἐκστρατεύσαντα πόλεμον, ἀλλὰ Ἀρσάκῃ γοῦν τῇ ἐκείνου γαμετῇ δίκαιον πρότερον ἀνακοινοῦσθαι τὴν πρᾶξιν, ὡς ἂν μετὰ γνώμης τῆς ἐκείνης τὸ εὑρισκόμενον κατὰ τὴν πόλιν στρατιωτικὸν ῥᾷόν τε συλλαμβάνοι καὶ προθυμότερον, ἐδόκει τε ταῦτα καλῶς εἰρῆσθαι, καὶ ἐπὶ τὰ βασίλεια πάντες ὥρμησαν, ταῦτα ἐχόντων εἰς κατοίκησιν τῶν σατραπῶν βασιλέως μὴ παρόντος.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
