Ancient Greek · ~11 min
Book 7
Heliodorus of Emesa, Aethiopica 7.12.1
Not analysed yet
ταῦτα ἐκεῖνος μὲν ἔλεγεν, ἐποίουν δὲ οἱ περὶ τὸν Θεαγένην, τὸ μέν τι πρὸς τῶν παῤ ἐλπίδα προσπεπτωκότων βεβυθισμένοι τὴν διάνοιαν, τὸ δὲ ἀγαπῶντες ὁπουδὴ τὸ παρὸν καταγωγῆς τε καὶ καταφυγῆς τυχεῖν, φυλαξάμενοι ἄν, ὡς τὸ εἰκός, εἰ τὸ τραγικὸν τῆς οἰκήσεως καὶ ὑπέρογκον καὶ πρὸς κακοῦ γενησόμενον αὐτοῖς ὑπείδοντο. νυνὶ δὲ ἡ τὰ κατ̓ αὐτοὺς ἀθλοθετοῦσα τύχη, πρὸς ὀλίγον ὡρῶν μέρος ἀναπαύσασα καὶ εἰς χαρὰν ἐφήμερον ἀνεῖσα, παραχρῆμα τὰ λυποῦντα ἐπισυνῆπτε, καὶ δεσμώτας ὥσπερ αὐθαιρέτους τῇ πολεμίᾳ προσῆγε, δἰ ὀνόματος φιλανθρώπου ξενίας νέους καὶ ξένους καὶ ἀπείρους τοῦ μέλλοντος αἰχμαλωτίζουσα. οὕτως ἄρα ὁ πλανήτης βίος οἷον τυφλότητα τὴν ἄγνοιαν ἐπιβάλλει τοῖς ξενιτεύουσιν. οὗτοι γοῦν ἐπειδὴ τάχιστα παρῆλθον εἰς τὰ σατραπεῖα, προπυλαίοις τε ἐντυχόντες ὑπερόγκοις καὶ πλέον ἢ κατὰ ἰδιωτικὴν οἴκησιν ἐξῃρμένοις, φαντασίας τε δορυφόρων καὶ κόμπου τῆς ἄλλης θεραπείας ἐμπεπλησμένοις, ἐθαύμαζον μὲν καὶ διεταράττοντο, τῆς παρούσης κατ̓ αὐτοὺς τύχης τὴν οἴκησιν ὑπερέχουσαν ὁρῶντες, εἵποντο δ̓ οὖν τῇ Κυβέλῃ πολλὰ προτρεπομένῃ καὶ θαρσεῖν παρακελευομένῃ, καὶ τεκνία συνεχῶς καὶ φιλτάτους ἀνακαλούσῃ, καὶ ὡς εὔθυμα χρὴ προσδοκᾶν τὰ διαδεξόμενα παρεγγυώσῃ. καὶ τέλος, ἐπειδήπερ αὐτοὺς εἰς τὸ δωμάτιον οὗ κατήγετο ἡ πρεσβῦτις, ἀνακεχωρηκός πως καὶ ἰδιάζον, ἐγκατέστησε, μεταστησαμένη τοὺς παρόντας καὶ μόνη παρακαθισαμένη, ὦ τέκνα, ἔλεγε, τῆς μὲν κατειληφυίας ὑμᾶς κατηφείας τὸ παρὸν τὴν αἰτίαν ἔγνων, καὶ ὡς ὁ προφήτης ὑμᾶς ὁ Καλάσιρις τελευτήσας λελύπηκεν, ἐν πατρὸς ὑμῖν χώρᾳ γεγονώς: δίκαια δ̓ ἂν ποιοῖτε καὶ οἵ τινες ἢ πόθεν ἐστὲ λέγοντες. ὅτι μὲν γὰρ Ἕλληνες, καὶ τοῦτο ἔγνων: καὶ ὅτι τῶν εὖ γεγονότων, πάρεστι τοῖς ὁρωμένοις τεκμαίρεσθαι: βλέμμα γὰρ οὕτω λαμπρὸν καὶ εὐσχήμων ὄψις ἅμα καὶ ἐπέραστος εὐγενείας ἔμφασιν παρίστησιν. ἀλλὰ τῆς ποίας Ἑλλάδος ἢ πόλεως τίνος, καὶ τίνες ὄντες, καὶ ὅπως δεῦρο πλανηθέντες ἀφίκεσθε, βουλομένῃ μοι μαθεῖν ὑπὲρ συνοίσοντος τοῦ ὑμετέρου κατείπατε, ὡς ἂν καὶ πρὸς δέσποιναν τὴν ἐμὴν Ἀρσάκην, τὴν μεγάλου μὲν βασιλέως ἀδελφήν, Ὀροονδάτῃ δὲ τῷ μεγίστῳ σατραπῶν συνοικοῦσαν, φιλέλληνά τε καὶ φίλαβρον καὶ ξένων εὐεργέτιν, ἔχοιμι τὰ καθ̓ ὑμᾶς ἐξαγγέλλειν ὑπὲρ τοῦ καὶ μετὰ πλείονος ὑμᾶς καὶ τῆς χρεωστουμένης τιμῆς ὀφθῆναι. ἐρεῖτε δὲ καὶ πρὸς γυναῖκα οὐ παντάπασιν ἀλλοτρίαν ὑμῖν: εἰμὶ γάρ τοι καὶ αὐτὴ τὸ γένος Ἑλληνίς, καὶ Λεσβία τὴν πόλιν, ὑπ’ αἰχμαλωσίας μὲν ἀχθεῖσα δεῦρο, πράττουσα δὲ τῶν οἴκοι βέλτιον. εἰμὶ γάρ τοι τῇ δεσποίνῃ τὰ πάντα, καὶ μόνον οὐκ ἀναπνεῖ με καὶ ὁρᾷ, ἀλλὰ καὶ νοῦς ἐκείνῃ καὶ ὦτα καὶ πάντα τυγχάνω, τοὺς καλοὺς αὐτῇ κἀγαθοὺς γνωρίζουσα ἀεὶ καὶ τὸ πιστὸν διὰ πάντων ἀπορρήτων φυλάττουσα. τοῦ δὴ Θεαγένους τὰ εἰρημένα παρὰ τῆς Κυβέλης τοῖς πεπραγμένοις τῇ προτεραίᾳ παρὰ τῆς Ἀρσάκης παράλληλα καθ̓ ἑαυτὸν ἀντεξετάζοντος, καὶ ὡς ἀτενὲς αὐτῷ καὶ ἰταμὸν συνεχές τε καὶ τῶν ἀπρεπεστέρων δηλωτικὸν προσέβλεπεν ἐννοοῦντος, καὶ ἀγαθὸν οὐδὲν ἐπὶ τοῖς μέλλουσι καταμαντευομένου, μέλλοντός τε ἤδη τι λέγειν πρὸς τὴν πρεσβῦτιν, ἠρέμα προσκύψασα πρὸς τὸ οὖς ἡ Χαρίκλεια, τῆς ἀδελφῆς, ἔφη, μέμνησο ἐφ̓ οἷς ἂν λέγῃς.