# Aethiopica 7.13

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.13

συνεὶς οὖν τὸ δηλούμενον, ὦ μῆτερ, ἔφη, τὸ μὲν Ἕλληνας εἶναι καὶ αὐτή που μαθοῦσα τυγχάνεις, ἀδελφοὶ δὲ ὄντες πατέρων ὑπὸ λῃσταῖς ἁλόντων ἐπὶ ζήτησιν ἐξορμήσαντες χαλεπωτέραις ἐκείνων τύχαις κεχρήμεθα, ὠμοτέροις ἀνδράσι περιπεσόντες, καὶ πάντων μὲν τῶν ὄντων ʽπολλὰ δὲ ἦν̓ ἀποσυληθέντες, μόλις δὲ αὐτοὶ περισωθέντες. καὶ κατά τι δεξιὸν βούλημα δαίμονος τῇ πρὸς τὸν ἥρωα Καλάσιριν συντυχίᾳ χρησάμενοι, ἀφιγμένοι τε ἐνταῦθα ὡς τὸ λοιπὸν τοῦ χρόνου μετ̓ αὐτοῦ βιωσόμενοι, νῦν, ὡς ὁρᾷς, πάντων ἔρημοι καὶ μόνοι περιλελείμμεθα, τὸν δοκοῦντα καὶ ὄντα πατέρα μετὰ τῶν ἄλλων προσαπολωλεκότες. τὰ μὲν δὴ καθ̓ ἡμᾶς ταῦτα: σοὶ δὲ πλείστη μὲν χάρις καὶ τῆς νῦν δεξιώσεως καὶ ξεναγίας, χαρίσαιο δ̓ ἂν πλέον, εἰ καθ̓ ἑαυτοὺς ἡμῖν διάγειν τε καὶ λανθάνειν παράσχοις, τὴν εὐεργεσίαν ἣν ἀρτίως ἔφασκες καὶ τὸ γνωρίζειν ἡμᾶς πρὸς Ἀρσάκην ὑπερθεμένη, μηδὲ ἐπεισάγοις οὕτω λαμπρᾷ καὶ εὐδαίμονι τύχῃ ξένον καὶ ἀλήτην καὶ στυγνάζοντα βίον: τὰς γὰρ δὴ γνώσεις καὶ τὰς ἐντεύξεις ἐκ τῶν ὁμοίων, ὡς οἶσθα, γίνεσθαι καλόν.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
