# Aethiopica 7.14.1

Heliodorus of Emesa, Aethiopica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heliodorus-of-emesa/aethiopica/7.14.1

οὐκ ἐκαρτέρησεν ἡ Κυβέλη τούτων εἰρημένων, ἀλλὰ καὶ τῇ διαχύσει τοῦ προσώπου κατάδηλος ἐγεγόνει σφόδρα ὑπερησθεῖσα εἰς τὴν ἀκοὴν τῶν ἀδελφῶν, ἐνθυμουμένη μηδὲν κώλυμα μηδὲ ἐμπόδιον ἕξειν πρὸς τὰ ἐρωτικὰ τῆς Ἀρσάκης τὴν Χαρίκλειαν. καὶ ὦ κάλλιστε νεανιῶν ἔφη, οὐκ ἂν εἴποις ταῦτα περὶ Ἀρσάκης, ἐπειδὰν εἰς πεῖραν ἔλθοις τῆς γυναικός. κοινόν τι χρῆμά ἐστι πρὸς πᾶσαν τύχην, καὶ πλέον ἐπίκουρος γίνεται τοῖς παῤ ἀξίαν ἔλαττόν τι πράττουσι. καὶ Περσὶς οὖσα τὸ γένος σφόδρα ἑλληνίζει τὴν γνώμην, χαίρουσα καὶ προστρέχουσα τοῖς ἐντεῦθεν, ἦθός τε καὶ ὁμιλίαν τὴν Ἑλληνικὴν εἰς ὑπερβολὴν ἠγάπηκε. θαρσεῖτε οὖν, ὡς σὺ μὲν ὅσα εἰς ἄνδρας καθήκει πράξων καὶ τιμηθησόμενος, ἀδελφὴ δὲ ἡ σὴ συμπαίστριά τε καὶ συνόμιλος ἐσομένη. ἀλλὰ τίνα ὑμῶν ὀνόματα χρὴ προσαγγέλλειν; ὡς δὲ ὅτι Θεαγένην καὶ Χαρίκλειαν ἤκουσεν, αὐτοῦ με περιμένειν εἰποῦσα ὡς τὴν Ἀρσάκην ἀπέτρεχεν, ἐπιστείλασα πρότερον πρὸς τὴν θυρωρόν ʽἦν δὲ καὶ αὐτὴ γραῦσ̓, εἴ τις βούλοιτο παρεισιέναι, μηδαμῶς ἐπιτρέπειν, ἀλλὰ μηδ̓ ἐξιέναι ποι συγχωρεῖν τοῖς νέοις. τῆς δέ μηδ̓ ἂν ὁ παῖς ὁ σὸς Ἀχαιμένης παραγένηται ἐρωτησάσης: ἄρτι γὰρ καὶ μετὰ τὴν σὴν εἰς τὸν νεὼν πρόοδον ἐξελήλυθεν ἐναλειψόμενος τὼ ὀφθαλμώ: οἶσθα γὰρ ὡς φέρει τι μικρὸν ἔτι κακώσεως, μηδὲ ἐκεῖνος, ἀπεκρίνατο: ἀλλ̓ ἐπικλεισαμένη τὰς θύρας, καὶ τὴν κλεῖν αὐτὴ κατέχουσα, φάσκε ἐμὲ κομίζειν. οὕτως ἐγένετο. καὶ οὔπω τοι σχεδὸν τῆς Κυβέλης χωρισθείσης, καιρὸν ἡ μόνωσις τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ θρήνων τε καὶ ὑπομνήσεως τῶν καθ̓ ἑαυτοὺς ὑπηγόρευεν, ἀπὸ τῶν αὐτῶν τε σχεδόν τι ῥημάτων καὶ νοημάτων ἀπωλοφύροντο, ἣ μὲν ὦ Θεάγενες ὃ δὲ ὦ Χαρίκλεια συνεχῶς ἐπιστένοντες. καὶ ὃ μέν, τίς ἄρα τύχη πάλιν κατείληφεν ἡμᾶς; ἣ δέ, ὁποίοις ποτ̓ ἄρα συντευξόμεθα πράγμασι; καὶ ἐφ̓ ἑκάστῳ συνησπάζοντο ἀλλήλους καὶ δακρύσαντες ἀνάπαλιν ἐφίλουν. καὶ τέλος τοῦ Καλασίριδος ὑπομνησθέντες εἰς πένθος τὸ ἐκείνου τοὺς θρήνους κατέστρεφον, καὶ πλέον ἡ Χαρίκλεια ἅτε καὶ πλείονι τῷ χρόνῳ μείζονος τῆς ἀπ̓ αὐτοῦ σπουδῆς τε καὶ εὐνοίας πεπειραμένη. καὶ ὦ τὸν Καλάσιριν ἀνεκάλει κωκύουσα. τὸ γὰρ χρηστὸν ὄνομα καλεῖν ἀπεστέρημαι πατέρα, τοῦ δαίμονος πανταχόθεν μοι τὴν τοῦ πατρὸς προσηγορίαν περικόψαι φιλονεικήσαντος. τὸν μὲν φύσει γεννήσαντα οὐκ ἔγνωκα, τὸν δὲ θέμενον Χαρικλέα, οἴμοι, προδέδωκα: τὸν δὲ διαδεξάμενον καὶ τρέφοντα καὶ περισώζοντα ἀπολώλεκα, καὶ οὐδὲ θρηνῆσαι τὰ νενομισμένα ἔτι κειμένῳ τῷ πτώματι πρὸς τοῦ προφητικοῦ συγκεχώρημαι. ἀλλ̓ ἰδού σοι, τροφεῦ καὶ σῶτερ, προσθήσω δὲ καὶ πάτερ, κἂν ὁ δαίμων μὴ βούληται, ἔνθα γοῦν ἔξεστι καὶ ὡς ἔξεστιν, ἀποσπένδω τῶν ἐμαυτῆς δακρύων καὶ ἐπιφέρω χοὰς ἐκ τῶν ἐμαυτῆς πλοκάμων. καὶ ἅμα ἀπεσπάραττεν ὡς ὅτι πλείστας τῶν ἑαυτῆς τριχῶν. καὶ ὁ μὲν Θεαγένης ἐπεῖχεν, ἐπιλαμβανόμενος σὺν ἱκεσίαις τῶν χειρῶν: ἣ δὲ ἐπετραγῴδει, τί γὰρ δεῖ καὶ ζῆν ἔτι, λέγουσα, εἰς ποίαν ἀφορῶντας ἐλπίδα; ὁ χειραγωγὸς τῆς ξένης, ἡ βακτηρία τῆς πλάνης, ὁ ξεναγὸς τῆς ἐπὶ τὴν ἐνεγκοῦσαν, ὁ τῶν φύντων ἀναγνωρισμός, ἡ παραψυχὴ τῶν δυστυχημάτων, ἡ εὐπορία καὶ λύσις τῶν ἀμηχάνων, ἡ πάντων τῶν καθ̓ ἡμᾶς ἄγκυρα Καλάσιρις ἀπόλωλε, τὴν ἀθλίαν ἡμᾶς ξυνωρίδα πηροὺς ὥσπερ τῶν πρακτέων ἐπὶ τῆς ἀλλοδαπῆς καταλιπών. πᾶσα μὲν ἡμῖν ὁδοιπορία, πᾶσα δὲ ναυτιλία ὑπ’ ἀγνωσίας ὑποτέτμηται. οἴχεται ἡ σεμνὴ καὶ μείλιχος, ἡ σοφὴ καὶ πολιὰ τῷ ὄντι φρήν, τῶν εἰς ἡμᾶς εὐεργεσιῶν οὐδὲ αὐτὴ τέλος ἀραμένη.

---

Heliodorus of Emesa, Aethiopica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0658.tlg001.local001/.
